Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΚΥΡΟΥ ΑΝΑΒΑΣΙΣ

ΞΕΝ ΚΑναβ 7.6.16–7.6.26

Ο Ξενοφώντας ανασκευάζει τις κατηγορίες για πλουτισμό σε βάρος του στρατεύματος
Ο Σεύθης, που φιλοδοξούσε να ανακτήσει τον θρόνο των Μελανδιτών και Τρανιψών Θρακών, στρατολόγησε τους εναπομείναντες Μυρίους. Μετά από δύο μήνες κατέφθασαν απεσταλμένοι των Σπαρτιατών, προτείνοντάς του να επιτρέψει να ενταχθούν οι έλληνες μισθοφόροι στις σπαρτιατικές δυνάμεις που θα εξεστράτευαν υπό τον Θίβρωνα εναντίον του Πέρση σατράπη Τισσαφέρνη, ώστε να αποφύγει να καταβάλει τους μισθούς των Μυρίων. Στη συνέλευση που ακολούθησε κάποιοι κατηγόρησαν τον Ξενοφώντα για πλουτισμό σε βάρος τους, λόγω της επιμονής του να προσφέρουν τις υπηρεσίες τους στον Σεύθη. Ακολουθεί απόσπασμα από τον απαντητικό του λόγο.

[7.6.16] ἀλλ’ εἴποιτ’ ἂν ὅτι ἔξεστι καὶ τὰ
ὑμέτερα ἔχοντα παρὰ Σεύθου τεχνάζειν. οὐκοῦν δῆλον τοῦτό
γέ ἐστιν, εἴπερ ἐμοὶ ἐτέλει τι Σεύθης, οὐχ οὕτως ἐτέλει
δήπου ὡς ὧν τε ἐμοὶ δοίη στέροιτο καὶ ἄλλα ὑμῖν ἀποτείσειεν,
ἀλλ’ οἶμαι, εἰ ἐδίδου, ἐπὶ τούτῳ ἂν ἐδίδου ὅπως ἐμοὶ δοὺς
μεῖον μὴ ἀποδοίη ὑμῖν τὸ πλέον. [7.6.17] εἰ τοίνυν οὕτως ἔχειν
οἴεσθε, ἔξεστιν ὑμῖν αὐτίκα μάλα ματαίαν ταύτην τὴν πρᾶξιν
ἀμφοτέροις ἡμῖν ποιῆσαι, ἐὰν πράττητε αὐτὸν τὰ χρήματα.
δῆλον γὰρ ὅτι Σεύθης, εἰ ἔχω τι παρ’ αὐτοῦ, ἀπαιτήσει με,
καὶ ἀπαιτήσει μέντοι δικαίως, ἐὰν μὴ βεβαιῶ τὴν πρᾶξιν
αὐτῷ ἐφ’ ᾗ ἐδωροδόκουν. [7.6.18] ἀλλὰ πολλοῦ μοι δοκῶ δεῖν τὰ
ὑμέτερα ἔχειν· ὀμνύω γὰρ ὑμῖν θεοὺς ἅπαντας καὶ πάσας
μηδ’ ἃ ἐμοὶ ἰδίᾳ ὑπέσχετο Σεύθης ἔχειν· πάρεστι δὲ καὶ
αὐτὸς καὶ ἀκούων σύνοιδέ μοι εἰ ἐπιορκῶ· [7.6.19] ἵνα δὲ μᾶλλον
θαυμάσητε, συνεπόμνυμι μηδὲ ἃ οἱ ἄλλοι στρατηγοὶ ἔλαβον
εἰληφέναι, μὴ τοίνυν μηδὲ ὅσα τῶν λοχαγῶν ἔνιοι. [7.6.20] καὶ τί
δὴ ταῦτ’ ἐποίουν; ᾤμην, ἄνδρες, ὅσῳ, μᾶλλον συμφέροιμι
τούτῳ τὴν τότε πενίαν, τοσούτῳ μᾶλλον αὐτὸν φίλον ποιή-
σεσθαι, ὁπότε δυνασθείη. ἐγὼ δὲ ἅμα τε αὐτὸν ὁρῶ εὖ
πράττοντα καὶ γιγνώσκω δὴ αὐτοῦ τὴν γνώμην. [7.6.21] εἴποι δή τις
ἄν, οὔκουν αἰσχύνῃ οὕτω μώρως ἐξαπατώμενος; ναὶ μὰ Δία
ᾐσχυνόμην μεντἄν, εἰ ὑπὸ πολεμίου γε ὄντος ἐξηπατήθην·
φίλῳ δὲ ὄντι ἐξαπατᾶν αἴσχιόν μοι δοκεῖ εἶναι ἢ ἐξαπατᾶσθαι.
[7.6.22] ἐπεὶ εἴ γε πρὸς φίλους ἐστὶ φυλακή, πᾶσαν οἶδα ἡμᾶς φυλαξα-
μένους ὡς μὴ παρασχεῖν τούτῳ πρόφασιν δικαίαν μὴ ἀποδι-
δόναι ἡμῖν ἃ ὑπέσχετο· οὔτε γὰρ ἠδικήσαμεν τοῦτον οὐδὲν
οὔτε κατεβλακεύσαμεν τὰ τούτου οὐδὲ μὴν κατεδειλιάσαμεν
οὐδὲν ἐφ’ ὅ τι ἡμᾶς οὗτος παρεκάλεσεν. [7.6.23] ἀλλά, φαίητε ἄν,
ἔδει τὰ ἐνέχυρα τότε λαβεῖν, ὡς μηδ’ εἰ ἐβούλετο ἐδύνατο
ἐξαπατᾶν. πρὸς ταῦτα δὴ ἀκούσατε ἃ ἐγὼ οὐκ ἄν ποτε εἶπον
τούτου ἐναντίον, εἰ μή μοι παντάπασιν ἀγνώμονες ἐδοκεῖτε
εἶναι ἢ λίαν εἰς ἐμὲ ἀχάριστοι. [7.6.24] ἀναμνήσθητε γὰρ ἐν ποίοις
τισὶ πράγμασιν ὄντες ἐτυγχάνετε, ἐξ ὧν ὑμᾶς ἐγὼ ἀνήγαγον
πρὸς Σεύθην. οὐκ εἰς μὲν Πέρινθον προσῇτε [πόλιν], Ἀρί-
σταρχος δ’ ὑμᾶς ὁ Λακεδαιμόνιος οὐκ εἴα εἰσιέναι ἀποκλείσας
τὰς πύλας; ὑπαίθριοι δ’ ἔξω ἐστρατοπεδεύετε, μέσος δὲ
χειμὼν ἦν, ἀγορᾷ δὲ ἐχρῆσθε σπάνια μὲν ὁρῶντες τὰ ὤνια,
σπάνια δ’ ἔχοντες ὅτων ὠνήσεσθε, ἀνάγκη δὲ ἦν μένειν ἐπὶ
Θρᾴκης· [7.6.25] τριήρεις γὰρ ἐφορμοῦσαι ἐκώλυον διαπλεῖν· εἰ δὲ
μένοι τις, ἐν πολεμίᾳ εἶναι, ἔνθα πολλοὶ μὲν ἱππεῖς ἦσαν
ἐναντίοι, πολλοὶ δὲ πελτασταί, [7.6.26] ἡμῖν δὲ ὁπλιτικὸν μὲν ἦν ᾧ
ἁθρόοι μὲν ἰόντες ἐπὶ τὰς κώμας ἴσως ἂν ἐδυνάμεθα σῖτον
λαμβάνειν οὐδέν τι ἄφθονον, ὅτῳ δὲ διώκοντες ἂν ἢ ἀνδράποδα
ἢ πρόβατα κατελαμβάνομεν οὐκ ἦν ἡμῖν· οὔτε γὰρ ἱππικὸν
οὔτε πελταστικὸν ἔτι ἐγὼ συνεστηκὸς κατέλαβον παρ’ ὑμῖν.