Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΑΡΙΣΤΟΤΕΛΗΣ, ΠΟΛΙΤΙΚΑ

ΑΡΙΣΤ Πολ 1279b11–1280a6

(ΑΡΙΣΤ Πολ 1279a22–1281a10: Τα είδη των πολιτευμάτων) Πόσο ορθοί είναι οι ορισμοί των πολιτευμάτων; – Η ουσιαστική διαφορά ολιγαρχίας–δημοκρατίας

    Δεῖ δὲ μικρῷ διὰ μακροτέρων εἰπεῖν τίς ἑκάστη τούτων
τῶν πολιτειῶν ἐστιν· καὶ γὰρ ἔχει τινὰς ἀπορίας, τῷ δὲ
περὶ ἑκάστην μέθοδον φιλοσοφοῦντι καὶ μὴ μόνον ἀποβλέ-
ποντι πρὸς τὸ πράττειν οἰκεῖόν ἐστι τὸ μὴ παρορᾶν μηδέ
(15) τι καταλείπειν, ἀλλὰ δηλοῦν τὴν περὶ ἕκαστον ἀλήθειαν.
ἔστι δὲ τυραννὶς μὲν μοναρχία, καθάπερ εἴρηται, δεσπο-
τικὴ τῆς πολιτικῆς κοινωνίας, ὀλιγαρχία δ’ ὅταν ὦσι κύ-
ριοι τῆς πολιτείας οἱ τὰς οὐσίας ἔχοντες, δημοκρατία δὲ
τοὐναντίον ὅταν οἱ μὴ κεκτημένοι πλῆθος οὐσίας ἀλλ’ ἄποροι.
(20) πρώτη δ’ ἀπορία πρὸς τὸν διορισμόν ἐστιν. εἰ γὰρ εἶεν οἱ
πλείους, ὄντες εὔποροι, κύριοι τῆς πόλεως, δημοκρατία δ’ ἐστὶν
ὅταν ᾖ κύριον τὸ πλῆθος —ὁμοίως δὲ πάλιν κἂν εἴ που συμ-
βαίνει τοὺς ἀπόρους ἐλάττους μὲν εἶναι τῶν εὐπόρων, κρείττους
δ’ ὄντας κυρίους εἶναι τῆς πολιτείας, ὅπου δ’ ὀλίγον κύριον
(25) πλῆθος, ὀλιγαρχίαν εἶναί φασιν— οὐκ ἂν καλῶς δόξειεν
διωρίσθαι περὶ τῶν πολιτειῶν. ἀλλὰ μὴν κἄν τις συνθεὶς
τῇ μὲν εὐπορίᾳ τὴν ὀλιγότητα τῇ δ’ ἀπορίᾳ τὸ πλῆθος
οὕτω προσαγορεύῃ τὰς πολιτείας, ὀλιγαρχίαν μὲν ἐν ᾗ τὰς
ἀρχὰς ἔχουσιν οἱ εὔποροι, ὀλίγοι τὸ πλῆθος ὄντες, δημο-
(30) κρατίαν δὲ ἐν ᾗ οἱ ἄποροι, πολλοὶ τὸ πλῆθος ὄντες, ἄλλην
ἀπορίαν ἔχει. τίνας γὰρ ἐροῦμεν τὰς ἄρτι λεχθείσας πολι-
τείας, τὴν ἐν ᾗ πλείους <οἱ> εὔποροι καὶ ἐν ᾗ ἐλάττους οἱ
ἄποροι, κύριοι δ’ ἑκάτεροι τῶν πολιτειῶν, εἴπερ μηδεμία
ἄλλη πολιτεία παρὰ τὰς εἰρημένας ἔστιν; ἔοικε τοίνυν ὁ
(35) λόγος ποιεῖν δῆλον ὅτι τὸ μὲν ὀλίγους ἢ πολλοὺς εἶναι κυ-
ρίους συμβεβηκός ἐστιν, τὸ μὲν ταῖς ὀλιγαρχίαις τὸ δὲ ταῖς
δημοκρατίαις, διὰ τὸ τοὺς μὲν εὐπόρους ὀλίγους, πολλοὺς δ’
εἶναι τοὺς ἀπόρους πανταχοῦ (διὸ καὶ οὐ συμβαίνει τὰς ῥη-
θείσας αἰτίας <αἰτίας> γίνεσθαι διαφορᾶς), ᾧ δὲ διαφέρουσιν ἥ τε
(40) δημοκρατία καὶ ἡ ὀλιγαρχία ἀλλήλων πενία καὶ πλοῦτός
[1280a] ἐστιν, καὶ ἀναγκαῖον μέν, ὅπου ἂν ἄρχωσι διὰ πλοῦτον, ἄν
τ’ ἐλάττους ἄν τε πλείους, εἶναι ταύτην ὀλιγαρχίαν, ὅπου δ’
οἱ ἄποροι, δημοκρατίαν, ἀλλὰ συμβαίνει, καθάπερ εἴπο-
μεν, τοὺς μὲν ὀλίγους εἶναι τοὺς δὲ πολλούς. εὐποροῦσι
(5) μὲν γὰρ ὀλίγοι, τῆς δὲ ἐλευθερίας μετέχουσι πάντες· δι’ ἃς
αἰτίας ἀμφισβητοῦσιν ἀμφότεροι τῆς πολιτείας.