Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΚΥΡΟΥ ΑΝΑΒΑΣΙΣ

ΞΕΝ ΚΑναβ 7.1.22–7.1.31

Ο Ξενοφώντας αποτρέπει την κατάληψη του Βυζαντίου
Μετά την άρνηση του Ξενοφώντα να αναλάβει την αρχηγία (βλ. ΞΕΝ ΚΑναβ 6.1.25–6.1.31), οι Μύριοι εξέλεξαν αρχηγό τον Χειρίσοφο και έπλευσαν αρχικά για την Ηράκλεια και στη συνέχεια για τη Χρυσόπολη. Με παρότρυνση του σατράπη της Μικρής Φρυγίας Φαρνάβαζου, που φοβόταν εκστρατεία των Μυρίων ενάντια στην επικράτειά του, ο Σπαρτιάτης ναύαρχος Αναξίβιος τους κάλεσε να περάσουν στο Βυζάντιο, υποσχόμενος μισθοδοσία. Όταν, όμως, αθέτησε την υπόσχεσή του και τους εγκατέλειψε έξω από τα τείχη της πόλης, αυτοί εξοργίστηκαν και προέτρεψαν τον Ξενοφώντα να καταλάβει το Βυζάντιο. Στο παρακάτω απόσπασμα δίνεται η απάντησή του.

[7.1.22] ὁ δ’ ἀπεκρίνατο· Ἀλλ’ εὖ γε
λέγετε καὶ ποιήσω ταῦτα· εἰ δὲ τούτων ἐπιθυμεῖτε, θέσθε
τὰ ὅπλα ἐν τάξει ὡς τάχιστα· βουλόμενος αὐτοὺς κατη-
ρεμίσαι· καὶ αὐτός τε παρηγγύα ταῦτα καὶ τοὺς ἄλλους
ἐκέλευε παρεγγυᾶν [καὶ] τίθεσθαι τὰ ὅπλα. [7.1.23] οἱ δὲ αὐτοὶ
ὑφ’ ἑαυτῶν ταττόμενοι οἵ τε ὁπλῖται ἐν ὀλίγῳ χρόνῳ εἰς
ὀκτὼ ἐγένοντο καὶ οἱ πελτασταὶ ἐπὶ τὸ κέρας ἑκάτερον
παρεδεδραμήκεσαν. [7.1.24] τὸ δὲ χωρίον οἷον κάλλιστον ἐκτά-
ξασθαί ἐστι τὸ Θρᾴκιον καλούμενον, ἔρημον οἰκιῶν καὶ
πεδινόν. ἐπεὶ δὲ ἔκειτο τὰ ὅπλα καὶ κατηρεμίσθησαν,
συγκαλεῖ ὁ Ξενοφῶν τὴν στρατιὰν καὶ λέγει τάδε. [7.1.25] Ὅτι
μὲν ὀργίζεσθε, ὦ ἄνδρες στρατιῶται, καὶ νομίζετε δεινὰ
πάσχειν ἐξαπατώμενοι οὐ θαυμάζω. ἢν δὲ τῷ θυμῷ χαρι-
ζώμεθα καὶ Λακεδαιμονίους τε τοὺς παρόντας τῆς ἐξαπάτης
τιμωρησώμεθα καὶ τὴν πόλιν τὴν οὐδὲν αἰτίαν διαρπάσωμεν,
ἐνθυμεῖσθε ἃ ἔσται ἐντεῦθεν. [7.1.26] πολέμιοι μὲν ἐσόμεθα ἀπο-
δεδειγμένοι Λακεδαιμονίοις καὶ τοῖς συμμάχοις. οἷος δὲ
πόλεμος ἂν γένοιτο εἰκάζειν δὴ πάρεστιν, ἑορακότας καὶ
ἀναμνησθέντας τὰ νῦν δὴ γεγενημένα. [7.1.27] ἡμεῖς γὰρ οἱ Ἀθη-
ναῖοι ἤλθομεν εἰς τὸν πόλεμον τὸν πρὸς Λακεδαιμονίους καὶ
τοὺς συμμάχους ἔχοντες τριήρεις τὰς μὲν ἐν θαλάττῃ τὰς δ’
ἐν τοῖς νεωρίοις οὐκ ἐλάττους τριακοσίων, ὑπαρχόντων δὲ
πολλῶν χρημάτων ἐν τῇ πόλει καὶ προσόδου οὔσης κατ’
ἐνιαυτὸν ἀπό τε τῶν ἐνδήμων καὶ τῆς ὑπερορίας οὐ μεῖον
χιλίων ταλάντων· ἄρχοντες δὲ τῶν νήσων ἁπασῶν καὶ ἔν τε
τῇ Ἀσίᾳ πολλὰς ἔχοντες πόλεις καὶ ἐν τῇ Εὐρώπῃ ἄλλας
τε πολλὰς καὶ αὐτὸ τοῦτο τὸ Βυζάντιον, ὅπου νῦν ἐσμεν,
ἔχοντες κατεπολεμήθημεν οὕτως ὡς πάντες ὑμεῖς ἐπίστασθε.
[7.1.28] νῦν δὲ δὴ τί ἂν οἰόμεθα παθεῖν, Λακεδαιμονίοις μὲν καὶ τῶν
ἀρχαίων συμμάχων ὑπαρχόντων, Ἀθηναίων δὲ καὶ οἳ ἐκεί-
νοις τότε ἦσαν σύμμαχοι πάντων προσγεγενημένων, Τισσα-
φέρνους δὲ καὶ τῶν ἐπὶ θαλάττῃ ἄλλων βαρβάρων πάντων
πολεμίων ἡμῖν ὄντων, πολεμιωτάτου δὲ αὐτοῦ τοῦ ἄνω
βασιλέως, ὃν ἤλθομεν ἀφαιρησόμενοι τὴν ἀρχὴν καὶ ἀπο-
κτενοῦντες, εἰ δυναίμεθα; τούτων δὴ πάντων ὁμοῦ ὄντων
ἔστι τις οὕτως ἄφρων ὅστις οἴεται ἂν ἡμᾶς περιγενέσθαι;
[7.1.29] μὴ πρὸς θεῶν μαινώμεθα μηδ’ αἰσχρῶς ἀπολώμεθα πολέμιοι
ὄντες καὶ ταῖς πατρίσι καὶ τοῖς ἡμετέροις αὐτῶν φίλοις τε
καὶ οἰκείοις. ἐν γὰρ ταῖς πόλεσίν εἰσι πάντες ταῖς ἐφ’
ἡμᾶς στρατευσομέναις, καὶ δικαίως, εἰ βάρβαρον μὲν πόλιν
οὐδεμίαν ἠθελήσαμεν κατασχεῖν, καὶ ταῦτα κρατοῦντες,
Ἑλληνίδα δὲ εἰς ἣν πρώτην ἤλθομεν πόλιν, ταύτην ἐξαλα-
πάξομεν. [7.1.30] ἐγὼ μὲν τοίνυν εὔχομαι πρὶν ταῦτα ἐπιδεῖν ὑφ’
ὑμῶν γενόμενα μυρίας ἐμέ γε κατὰ τῆς γῆς ὀργυιὰς γενέσθαι.
καὶ ὑμῖν δὲ συμβουλεύω Ἕλληνας ὄντας τοῖς τῶν Ἑλλήνων
προεστηκόσι πειθομένους πειρᾶσθαι τῶν δικαίων τυγχάνειν.
ἐὰν δὲ μὴ δύνησθε ταῦτα, ἡμᾶς δεῖ ἀδικουμένους τῆς γοῦν
Ἑλλάδος μὴ στέρεσθαι. [7.1.31] καὶ νῦν μοι δοκεῖ πέμψαντας
Ἀναξιβίῳ εἰπεῖν ὅτι ἡμεῖς οὐδὲν βίαιον ποιήσοντες παρελη-
λύθαμεν εἰς τὴν πόλιν, ἀλλ’ ἢν μὲν δυνώμεθα παρ’ ὑμῶν
ἀγαθόν τι εὑρίσκεσθαι, εἰ δὲ μή, ἀλλὰ δηλώσοντες ὅτι οὐκ
ἐξαπατώμενοι ἀλλὰ πειθόμενοι ἐξερχόμεθα.