Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΚΥΡΟΥ ΑΝΑΒΑΣΙΣ

ΞΕΝ ΚΑναβ 6.1.25–6.1.31

Ο Ξενοφώντας αρνείται να εκλεγεί αρχηγός των Μυρίων
Μόλις συγκέντρωσαν τα απαιτούμενα πλοία (βλ. και ΞΕΝ ΚΑναβ 5.5.7–5.5.12), οι Έλληνες απέπλευσαν για τη Σινώπη, όπου κάποιοι πρότειναν να εκλεγεί ένας στρατηγός ως αρχηγός με απόλυτη εξουσία. Καθώς υπήρχαν σκέψεις να προταθεί ο Ξενοφώντας, αυτός θυσίασε στον Δία, ζητώντας να μάθει αν θα έπρεπε να αποδεχθεί το αξίωμα. Ο Ξενοφώντας προσέρχεται στη συνέλευση του στρατού, έχοντας λάβει αρνητική απάντηση από τον θεό.

[6.1.25] ἡ δὲ στρατιὰ συνῆλθε, καὶ πάντες ἔλεγον ἕνα αἱρεῖσθαι·
καὶ ἐπεὶ τοῦτο ἔδοξε, προὐβάλλοντο αὐτόν. ἐπεὶ δὲ ἐδόκει
δῆλον εἶναι ὅτι αἱρήσονται αὐτόν, εἴ τις ἐπιψηφίζοι, ἀνέστη
καὶ ἔλεξε τάδε.

    [6.1.26] Ἐγώ, ὦ ἄνδρες, ἥδομαι μὲν ὑφ’ ὑμῶν τιμώμενος, εἴπερ
ἄνθρωπός εἰμι, καὶ χάριν ἔχω καὶ εὔχομαι δοῦναί μοι τοὺς
θεοὺς αἴτιόν τινος ὑμῖν ἀγαθοῦ γενέσθαι· τὸ μέντοι ἐμὲ
προκριθῆναι ὑφ’ ὑμῶν ἄρχοντα Λακεδαιμονίου ἀνδρὸς παρόν-
τος οὔτε ὑμῖν μοι δοκεῖ συμφέρον εἶναι, ἀλλ’ ἧττον ἂν διὰ
τοῦτο τυγχάνειν, εἴ τι δέοισθε παρ’ αὐτῶν· ἐμοί τε αὖ οὐ
πάνυ τι νομίζω ἀσφαλὲς εἶναι τοῦτο. [6.1.27] ὁρῶ γὰρ ὅτι καὶ τῇ
πατρίδι μου οὐ πρόσθεν ἐπαύσαντο πολεμοῦντες πρὶν ἐποίη-
σαν πᾶσαν τὴν πόλιν ὁμολογεῖν Λακεδαιμονίους καὶ αὐτῶν
ἡγεμόνας εἶναι. [6.1.28] ἐπεὶ δὲ τοῦτο ὡμολόγησαν, εὐθὺς ἐπαύ-
σαντο πολεμοῦντες καὶ οὐκέτι πέρα ἐπολιόρκησαν τὴν πόλιν.
εἰ οὖν ταῦτα ὁρῶν ἐγὼ δοκοίην ὅπου δυναίμην ἐνταῦθ’ ἄκυρον
ποιεῖν τὸ ἐκείνων ἀξίωμα, ἐκεῖνο ἐννοῶ μὴ λίαν ἂν ταχὺ
σωφρονισθείην. [6.1.29] ὃ δὲ ὑμεῖς ἐννοεῖτε, ὅτι ἧττον ἂν στάσις
εἴη ἑνὸς ἄρχοντος ἢ πολλῶν, εὖ ἴστε ὅτι ἄλλον μὲν ἑλό-
μενοι οὐχ εὑρήσετε ἐμὲ στασιάζοντα· νομίζω γὰρ ὅστις ἐν
πολέμῳ ὢν στασιάζει πρὸς ἄρχοντα, τοῦτον πρὸς τὴν ἑαυτοῦ
σωτηρίαν στασιάζειν· ἐὰν δὲ ἐμὲ ἕλησθε, οὐκ ἂν θαυμάσαιμι
εἴ τινα εὕροιτε καὶ ὑμῖν καὶ ἐμοὶ ἀχθόμενον.

    [6.1.30] Ἐπεὶ ταῦτα εἶπε, πολὺ πλείονες ἀνίσταντο λέγοντες
ὡς δέοι αὐτὸν ἄρχειν. Ἀγασίας δὲ Στυμφάλιος εἶπεν ὅτι
γελοῖον εἴη, εἰ οὕτως ἔχοι· <ἢ> ὀργιοῦνται Λακεδαιμόνιοι
καὶ ἐὰν σύνδειπνοι συνελθόντες μὴ Λακεδαιμόνιον συμ-
ποσίαρχον αἱρῶνται; ἐπεὶ εἰ οὕτω γε τοῦτο ἔχει, ἔφη, οὐδὲ
λοχαγεῖν ἡμῖν ἔξεστιν, ὡς ἔοικεν, ὅτι Ἀρκάδες ἐσμέν. ἐν-
ταῦθα δὴ ὡς εὖ εἰπόντος τοῦ Ἀγασίου ἀνεθορύβησαν. [6.1.31] καὶ
ὁ Ξενοφῶν ἐπεὶ ἑώρα πλείονος ἐνδέον, παρελθὼν εἶπεν·
Ἀλλ’, ὦ ἄνδρες, ἔφη, ὡς πάνυ εἰδῆτε, ὀμνύω ὑμῖν θεοὺς
πάντας καὶ πάσας, ἦ μὴν ἐγώ, ἐπεὶ τὴν ὑμετέραν γνώμην
ᾐσθανόμην, ἐθυόμην εἰ βέλτιον εἴη ὑμῖν τε ἐμοὶ ἐπιτρέψαι
ταύτην τὴν ἀρχὴν καὶ ἐμοὶ ὑποστῆναι· καί μοι οἱ θεοὶ οὕτως
ἐν τοῖς ἱεροῖς ἐσήμηναν ὥστε καὶ ἰδιώτην ἂν γνῶναι ὅτι
τῆς μοναρχίας ἀπέχεσθαί με δεῖ.