Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΚΥΡΟΥ ΑΝΑΒΑΣΙΣ

ΞΕΝ ΚΑναβ 3.4.41–3.4.49

Κατάληψη λόφου από τον Ξενοφώντα
Οι Μύριοι, με νέα ηγεσία πλέον, (βλ. ΞΕΝ ΚΑναβ 3.2.7–3.2.19) ξεκίνησαν την επίπονη πορεία τους προς τη σωτηρία. Σε όλη τους τη διαδρομή κατά μήκος της ανατολικής όχθης του Τίγρη δέχονταν επιθέσεις από τις δυνάμεις του Πέρση σατράπη Τισσαφέρνη, που τους ακολουθούσαν. Σε κάποιο πέρασμα προς μία πεδιάδα ο αρχιστράτηγος Χειρίσοφος διαπίστωσε ότι οι εχθροί είχαν καταλάβει ένα ύψωμα και έτσι μπορούσαν να πλήξουν από ψηλά τους Έλληνες. Έτσι, κάλεσε τον Ξενοφώντα, που διοικούσε την οπισθοφυλακή του στρατεύματος.

[3.4.41] ἐνταῦθα Ξενοφῶν ὁρᾷ τοῦ ὄρους τὴν κορυφὴν ὑπὲρ
αὐτοῦ τοῦ ἑαυτῶν στρατεύματος οὖσαν, καὶ ἀπὸ ταύτης ἔφοδον
ἐπὶ τὸν λόφον ἔνθα ἦσαν οἱ πολέμιοι, καὶ λέγει· Κράτιστον,
ὦ Χειρίσοφε, ἡμῖν ἵεσθαι ὡς τάχιστα ἐπὶ τὸ ἄκρον· ἢν γὰρ
τοῦτο λάβωμεν, οὐ δυνήσονται μένειν οἱ ὑπὲρ τῆς ὁδοῦ.
ἀλλά, εἰ βούλει, μένε ἐπὶ τῷ στρατεύματι, ἐγὼ δ’ ἐθέλω
πορεύεσθαι· εἰ δὲ χρῄζεις, πορεύου ἐπὶ τὸ ὄρος, ἐγὼ δὲ μενῶ
αὐτοῦ. [3.4.42] Ἀλλὰ δίδωμί σοι, ἔφη ὁ Χειρίσοφος, ὁπότερον βούλει
ἑλέσθαι. εἰπὼν ὁ Ξενοφῶν ὅτι νεώτερός ἐστιν αἱρεῖται
πορεύεσθαι, κελεύει δέ οἱ συμπέμψαι ἀπὸ τοῦ στόματος
ἄνδρας· μακρὸν γὰρ ἦν ἀπὸ τῆς οὐρᾶς λαβεῖν. [3.4.43] καὶ ὁ Χειρί-
σοφος συμπέμπει τοὺς ἀπὸ τοῦ στόματος πελταστάς, ἔλαβε δὲ
τοὺς κατὰ μέσον πλαισίου. συνέπεσθαι δ’ ἐκέλευσεν αὐτῷ
καὶ τοὺς τριακοσίους οὓς αὐτὸς εἶχε τῶν ἐπιλέκτων ἐπὶ τῷ
στόματι τοῦ πλαισίου. [3.4.44] ἐντεῦθεν ἐπορεύοντο ὡς ἐδύναντο
τάχιστα. οἱ δ’ ἐπὶ τοῦ λόφου πολέμιοι ὡς ἐνόησαν αὐ-
τῶν τὴν πορείαν ἐπὶ τὸ ἄκρον, εὐθὺς καὶ αὐτοὶ ὥρμησαν
ἁμιλλᾶσθαι ἐπὶ τὸ ἄκρον. [3.4.45] καὶ ἐνταῦθα πολλὴ μὲν κραυγὴ
ἦν τοῦ Ἑλληνικοῦ στρατεύματος διακελευομένων τοῖς ἑαυ-
τῶν, πολλὴ δὲ κραυγὴ τῶν ἀμφὶ Τισσαφέρνην τοῖς ἑαυτῶν
διακελευομένων. [3.4.46] Ξενοφῶν δὲ παρελαύνων ἐπὶ τοῦ ἵππου
παρεκελεύετο· Ἄνδρες, νῦν ἐπὶ τὴν Ἑλλάδα νομίζετε ἁμιλ-
λᾶσθαι, νῦν πρὸς τοὺς παῖδας καὶ τὰς γυναῖκας, νῦν ὀλίγον
πονήσαντες ἀμαχεὶ τὴν λοιπὴν πορευσόμεθα. [3.4.47] Σωτηρίδας δὲ
ὁ Σικυώνιος εἶπεν· Οὐκ ἐξ ἴσου, ὦ Ξενοφῶν, ἐσμέν· σὺ μὲν
γὰρ ἐφ’ ἵππου ὀχῇ, ἐγὼ δὲ χαλεπῶς κάμνω τὴν ἀσπίδα
φέρων. [3.4.48] καὶ ὃς ἀκούσας ταῦτα καταπηδήσας ἀπὸ τοῦ ἵππου
ὠθεῖται αὐτὸν ἐκ τῆς τάξεως καὶ τὴν ἀσπίδα ἀφελόμενος ὡς
ἐδύνατο τάχιστα ἔχων ἐπορεύετο· ἐτύγχανε δὲ καὶ θώρακα
ἔχων τὸν ἱππικόν· ὥστ’ ἐπιέζετο. καὶ τοῖς μὲν ἔμπροσθεν
ὑπάγειν παρεκελεύετο, τοῖς δὲ ὄπισθεν παριέναι μόλις ἑπό-
μενος. [3.4.49] οἱ δ’ ἄλλοι στρατιῶται παίουσι καὶ βάλλουσι καὶ
λοιδοροῦσι τὸν Σωτηρίδαν, ἔστε ἠνάγκασαν λαβόντα τὴν
ἀσπίδα πορεύεσθαι. ὁ δὲ ἀναβάς, ἕως μὲν βάσιμα ἦν,
ἐπὶ τοῦ ἵππου ἦγεν, ἐπεὶ δὲ ἄβατα ἦν, καταλιπὼν τὸν ἵππον
ἔσπευδε πεζῇ. καὶ φθάνουσιν ἐπὶ τῷ ἄκρῳ γενόμενοι τοὺς
πολεμίους.