[3.2.7] Ἐκ τούτου Ξενοφῶν ἀνίσταται ἐσταλμένος ἐπὶ πόλεμον
ὡς ἐδύνατο κάλλιστα, νομίζων, εἴτε νίκην διδοῖεν οἱ θεοί,
τὸν κάλλιστον κόσμον τῷ νικᾶν πρέπειν, εἴτε τελευτᾶν δέοι,
ὀρθῶς ἔχειν τῶν καλλίστων ἑαυτὸν ἀξιώσαντα ἐν τούτοις
τῆς τελευτῆς τυγχάνειν· [3.2.8] τοῦ λόγου δὲ ἤρχετο ὧδε. Τὴν
μὲν τῶν βαρβάρων ἐπιορκίαν τε καὶ ἀπιστίαν λέγει μὲν
Κλεάνωρ, ἐπίστασθε δὲ καὶ ὑμεῖς οἶμαι. εἰ μὲν οὖν βουλό-
μεθα πάλιν αὐτοῖς διὰ φιλίας ἰέναι, ἀνάγκη ἡμᾶς πολλὴν
ἀθυμίαν ἔχειν, ὁρῶντας καὶ τοὺς στρατηγούς, οἳ διὰ πίστεως
αὐτοῖς ἑαυτοὺς ἐνεχείρισαν, οἷα πεπόνθασιν· εἰ μέντοι δια-
νοούμεθα σὺν τοῖς ὅπλοις ὧν τε πεποιήκασι δίκην ἐπιθεῖναι
αὐτοῖς καὶ τὸ λοιπὸν διὰ παντὸς πολέμου αὐτοῖς ἰέναι, σὺν
τοῖς θεοῖς πολλαὶ ἡμῖν καὶ καλαὶ ἐλπίδες εἰσὶ σωτηρίας.
[3.2.9] τοῦτο δὲ λέγοντος αὐτοῦ πτάρνυταί τις· ἀκούσαντες δ’ οἱ
στρατιῶται πάντες μιᾷ ὁρμῇ προσεκύνησαν τὸν θεόν, καὶ ὁ
Ξενοφῶν εἶπε· Δοκεῖ μοι, ὦ ἄνδρες, ἐπεὶ περὶ σωτηρίας
ἡμῶν λεγόντων οἰωνὸς τοῦ Διὸς τοῦ σωτῆρος ἐφάνη, εὔ-
ξασθαι τῷ θεῷ τούτῳ θύσειν σωτήρια ὅπου ἂν πρῶτον εἰς
φιλίαν χώραν ἀφικώμεθα, συνεπεύξασθαι δὲ καὶ τοῖς ἄλλοις
θεοῖς θύσειν κατὰ δύναμιν. καὶ ὅτῳ δοκεῖ ταῦτ’, ἔφη, ἀνα-
τεινάτω τὴν χεῖρα. καὶ ἀνέτειναν ἅπαντες. ἐκ τούτου
ηὔξαντο καὶ ἐπαιάνισαν. ἐπεὶ δὲ τὰ τῶν θεῶν καλῶς εἶχεν,
ἤρχετο πάλιν ὧδε. [3.2.10] Ἐτύγχανον λέγων ὅτι πολλαὶ καὶ καλαὶ
ἐλπίδες ἡμῖν εἶεν σωτηρίας. πρῶτον μὲν γὰρ ἡμεῖς μὲν
ἐμπεδοῦμεν τοὺς τῶν θεῶν ὅρκους, οἱ δὲ πολέμιοι ἐπιωρκή-
κασί τε καὶ τὰς σπονδὰς παρὰ τοὺς ὅρκους λελύκασιν. οὕτω
δ’ ἐχόντων εἰκὸς τοῖς μὲν πολεμίοις ἐναντίους εἶναι τοὺς
θεούς, ἡμῖν δὲ συμμάχους, οἵπερ ἱκανοί εἰσι καὶ τοὺς μεγά-
λους ταχὺ μικροὺς ποιεῖν καὶ τοὺς μικροὺς κἂν ἐν δεινοῖς
ὦσι σῴζειν εὐπετῶς, ὅταν βούλωνται. [3.2.11] ἔπειτα δὲ ἀναμνήσω
γὰρ ὑμᾶς καὶ τοὺς τῶν προγόνων τῶν ἡμετέρων κινδύνους,
ἵνα εἰδῆτε ὡς ἀγαθοῖς τε ὑμῖν προσήκει εἶναι σῴζονταί τε
σὺν τοῖς θεοῖς καὶ ἐκ πάνυ δεινῶν οἱ ἀγαθοί. ἐλθόντων μὲν
γὰρ Περσῶν καὶ τῶν σὺν αὐτοῖς παμπληθεῖ στόλῳ ὡς
ἀφανιούντων τὰς Ἀθήνας, ὑποστῆναι αὐτοὶ Ἀθηναῖοι τολμή-
σαντες ἐνίκησαν αὐτούς. [3.2.12] καὶ εὐξάμενοι τῇ Ἀρτέμιδι ὁπό-
σους κατακάνοιεν τῶν πολεμίων τοσαύτας χιμαίρας καταθύσειν
τῇ θεῷ, ἐπεὶ οὐκ εἶχον ἱκανὰς εὑρεῖν, ἔδοξεν αὐτοῖς κατ’
ἐνιαυτὸν πεντακοσίας θύειν, καὶ ἔτι νῦν ἀποθύουσιν. [3.2.13] ἔπειτα
ὅτε Ξέρξης ὕστερον ἀγείρας τὴν ἀναρίθμητον στρατιὰν ἦλθεν
ἐπὶ τὴν Ἑλλάδα, καὶ τότε ἐνίκων οἱ ἡμέτεροι πρόγονοι τοὺς
τούτων προγόνους καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν. ὧν
ἔστι μὲν τεκμήρια ὁρᾶν τὰ τρόπαια, μέγιστον δὲ μαρτύριον
ἡ ἐλευθερία τῶν πόλεων ἐν αἷς ὑμεῖς ἐγένεσθε καὶ ἐτράφητε·
οὐδένα γὰρ ἄνθρωπον δεσπότην ἀλλὰ τοὺς θεοὺς προσκυ-
νεῖτε. [3.2.14] τοιούτων μέν ἐστε προγόνων. οὐ μὲν δὴ τοῦτό γε
ἐρῶ ὡς ὑμεῖς καταισχύνετε αὐτούς· ἀλλ’ οὐ πολλαὶ ἡμέραι
ἀφ’ οὗ ἀντιταξάμενοι τούτοις τοῖς ἐκείνων ἐκγόνοις πολλα-
πλασίους ὑμῶν αὐτῶν ἐνικᾶτε σὺν τοῖς θεοῖς. [3.2.15] καὶ τότε μὲν
δὴ περὶ τῆς Κύρου βασιλείας ἄνδρες ἦτε ἀγαθοί· νῦν δ’
ὁπότε περὶ τῆς ὑμετέρας σωτηρίας ὁ ἀγών ἐστι, πολὺ δήπου
ὑμᾶς προσήκει καὶ ἀμείνονας καὶ προθυμοτέρους εἶναι. [3.2.16] ἀλλὰ
μὴν καὶ θαρραλεωτέρους νῦν πρέπει εἶναι πρὸς τοὺς πολε-
μίους. τότε μὲν γὰρ ἄπειροι ὄντες αὐτῶν τὸ δὲ πλῆθος
ἄμετρον ὁρῶντες, ὅμως ἐτολμήσατε σὺν τῷ πατρῴῳ φρονή-
ματι ἰέναι εἰς αὐτούς· νῦν δὲ ὁπότε καὶ πεῖραν ἤδη ἔχετε
αὐτῶν ὅτι οὐ θέλουσι καὶ πολλαπλάσιοι ὄντες [μὴ] δέχεσθαι
ὑμᾶς, τί ἔτι ὑμῖν προσήκει τούτους φοβεῖσθαι; [3.2.17] μηδὲ μέντοι
τοῦτο μεῖον δόξητε ἔχειν ὅτι οἱ †Κύρειοι† πρόσθεν σὺν ἡμῖν
ταττόμενοι νῦν ἀφεστήκασιν. ἔτι γὰρ οὗτοι κακίονές εἰσι
τῶν ὑφ’ ἡμῶν ἡττημένων· ἔφυγον γοῦν πρὸς ἐκείνους κατα-
λιπόντες ἡμᾶς. τοὺς δ’ ἐθέλοντας φυγῆς ἄρχειν πολὺ
κρεῖττον σὺν τοῖς πολεμίοις ταττομένους ἢ ἐν τῇ ἡμετέρᾳ
τάξει ὁρᾶν. [3.2.18] εἰ δέ τις ὑμῶν ἀθυμεῖ ὅτι ἡμῖν μὲν οὐκ εἰσὶν
ἱππεῖς, τοῖς δὲ πολεμίοις πολλοὶ πάρεισιν, ἐνθυμήθητε ὅτι
οἱ μύριοι ἱππεῖς οὐδὲν ἄλλο ἢ μύριοί εἰσιν ἄνθρωποι· ὑπὸ
μὲν γὰρ ἵππου ἐν μάχῃ οὐδεὶς πώποτε οὔτε δηχθεὶς οὔτε
λακτισθεὶς ἀπέθανεν, οἱ δὲ ἄνδρες εἰσὶν οἱ ποιοῦντες ὅ τι ἂν
ἐν ταῖς μάχαις γίγνηται. [3.2.19] οὐκοῦν τῶν ἱππέων πολὺ ἡμεῖς
ἐπ’ ἀσφαλεστέρου ὀχήματός ἐσμεν· οἱ μὲν γὰρ ἐφ’ ἵππων
κρέμανται φοβούμενοι οὐχ ἡμᾶς μόνον ἀλλὰ καὶ τὸ κατα-
πεσεῖν· ἡμεῖς δ’ ἐπὶ γῆς βεβηκότες πολὺ μὲν ἰσχυρότερον
παίσομεν, ἤν τις προσίῃ, πολὺ δὲ μᾶλλον ὅτου ἂν βουλώ-
μεθα τευξόμεθα. ἑνὶ δὲ μόνῳ προέχουσιν οἱ ἱππεῖς [ἡμᾶς]·
φεύγειν αὐτοῖς ἀσφαλέστερόν ἐστιν ἢ ἡμῖν.
|