Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΑΡΙΣΤΟΤΕΛΗΣ, ΠΟΛΙΤΙΚΑ

ΑΡΙΣΤ Πολ 1279a22–1279b10

(ΑΡΙΣΤ Πολ 1279a22–1281a10: Τα είδη των πολιτευμάτων) Τα ορθά πολιτεύματα και οι παρεκκλίσεις από αυτά
Ο Αριστοτέλης όρισε και διερεύνησε τις έννοιες πολίτης και πολιτεία . Σύμφωνα με τον φιλόσοφο, όσα πολιτεύματα αποσκοπούν στο κοινό συμφέρον είναι ορθά, ενώ όσα εξυπηρετούν αποκλειστικά το συμφέρον των αρχόντων ανήκουν στις παρεκκλίσεις των ορθών πολιτευμάτων. Στη συνέχεια αρχίζει να εξετάζει τα είδη των πολιτευμάτων.

    Διωρισμένων δὲ τούτων ἐχόμενόν ἐστι τὰς πολιτείας
ἐπισκέψασθαι, πόσαι τὸν ἀριθμὸν καὶ τίνες εἰσί, καὶ πρῶ-
τον τὰς ὀρθὰς αὐτῶν· καὶ γὰρ αἱ παρεκβάσεις ἔσονται
(25) φανεραὶ τούτων διορισθεισῶν. ἐπεὶ δὲ πολιτεία μὲν καὶ
πολίτευμα σημαίνει ταὐτόν, πολίτευμα δ’ ἐστὶ τὸ κύριον τῶν
πόλεων, ἀνάγκη δ’ εἶναι κύριον ἢ ἕνα ἢ ὀλίγους ἢ τοὺς πολ-
λούς, ὅταν μὲν ὁ εἷς ἢ οἱ ὀλίγοι ἢ οἱ πολλοὶ πρὸς τὸ κοι-
νὸν συμφέρον ἄρχωσι, ταύτας μὲν ὀρθὰς ἀναγκαῖον εἶναι
(30) τὰς πολιτείας, τὰς δὲ πρὸς τὸ ἴδιον ἢ τοῦ ἑνὸς ἢ τῶν ὀλί-
γων ἢ τοῦ πλήθους παρεκβάσεις. ἢ γὰρ οὐ πολίτας φατέον
εἶναι τοὺς <μὴ> μετέχοντας, ἢ δεῖ κοινωνεῖν τοῦ συμφέροντος. κα-
λεῖν δ’ εἰώθαμεν τῶν μὲν μοναρχιῶν τὴν πρὸς τὸ κοινὸν
ἀποβλέπουσαν συμφέρον βασιλείαν, τὴν δὲ τῶν ὀλίγων μὲν
(35) πλειόνων δ’ ἑνὸς ἀριστοκρατίαν (ἢ διὰ τὸ τοὺς ἀρίστους ἄρχειν,
ἢ διὰ τὸ πρὸς τὸ ἄριστον τῇ πόλει καὶ τοῖς κοινωνοῦσιν
αὐτῆς), ὅταν δὲ τὸ πλῆθος πρὸς τὸ κοινὸν πολιτεύηται συμ-
φέρον, καλεῖται τὸ κοινὸν ὄνομα πασῶν τῶν πολιτειῶν,
πολιτεία. (συμβαίνει δ’ εὐλόγως· ἕνα μὲν γὰρ διαφέρειν
(40) κατ’ ἀρετὴν ἢ ὀλίγους ἐνδέχεται, πλείους δ’ ἤδη χαλεπὸν
[1279b] ἠκριβῶσθαι πρὸς πᾶσαν ἀρετήν, ἀλλὰ μάλιστα τὴν πολε-
μικήν· αὕτη γὰρ ἐν πλήθει γίγνεται· διόπερ κατὰ ταύτην
τὴν πολιτείαν κυριώτατον τὸ προπολεμοῦν καὶ μετέχουσιν
αὐτῆς οἱ κεκτημένοι τὰ ὅπλα.) παρεκβάσεις δὲ τῶν εἰρη-
(5) μένων τυραννὶς μὲν βασιλείας, ὀλιγαρχία δὲ ἀριστοκρατίας,
δημοκρατία δὲ πολιτείας. ἡ μὲν γὰρ τυραννίς ἐστι μοναρ-
χία πρὸς τὸ συμφέρον τὸ τοῦ μοναρχοῦντος, ἡ δ’ ὀλιγαρ-
χία πρὸς τὸ τῶν εὐπόρων, ἡ δὲ δημοκρατία πρὸς τὸ συμ-
φέρον τὸ τῶν ἀπόρων· πρὸς δὲ τὸ τῷ κοινῷ λυσιτελοῦν
(10) οὐδεμία αὐτῶν.