[2.5.3] ὁ δὲ ἑτοίμως ἐκέλευεν ἥκειν. ἐπειδὴ δὲ
ξυνῆλθον, λέγει ὁ Κλέαρχος τάδε. Ἐγώ, ὦ Τισσαφέρνη,
οἶδα μὲν ἡμῖν ὅρκους γεγενημένους καὶ δεξιὰς δεδομένας μὴ
ἀδικήσειν ἀλλήλους· φυλαττόμενον δὲ σέ τε ὁρῶ ὡς πολε-
μίους ἡμᾶς καὶ ἡμεῖς ὁρῶντες ταῦτα ἀντιφυλαττόμεθα. [2.5.4] ἐπεὶ
δὲ σκοπῶν οὐ δύναμαι οὔτε σὲ αἰσθέσθαι πειρώμενον ἡμᾶς
κακῶς ποιεῖν ἐγώ τε σαφῶς οἶδα ὅτι ἡμεῖς γε οὐδὲ ἐπινοοῦμεν
τοιοῦτον οὐδέν, ἔδοξέ μοι εἰς λόγους σοι ἐλθεῖν, ὅπως εἰ
δυναίμεθα ἐξέλοιμεν ἀλλήλων τὴν ἀπιστίαν. [2.5.5] καὶ γὰρ οἶδα
ἀνθρώπους ἤδη τοὺς μὲν ἐκ διαβολῆς τοὺς δὲ καὶ ἐξ ὑποψίας
οἳ φοβηθέντες ἀλλήλους φθάσαι βουλόμενοι πρὶν παθεῖν
ἐποίησαν ἀνήκεστα κακὰ τοὺς οὔτε μέλλοντας οὔτ’ αὖ
βουλομένους τοιοῦτον οὐδέν. [2.5.6] τὰς οὖν τοιαύτας ἀγνωμο-
σύνας νομίζων συνουσίαις μάλιστα παύεσθαι ἥκω καὶ διδά-
σκειν σε βούλομαι ὡς σὺ ἡμῖν οὐκ ὀρθῶς ἀπιστεῖς. [2.5.7] πρῶτον μὲν
γὰρ καὶ μέγιστον οἱ θεῶν ἡμᾶς ὅρκοι κωλύουσι πολεμίους εἶναι
ἀλλήλοις· ὅστις δὲ τούτων σύνοιδεν αὑτῷ παρημεληκώς, τοῦτον
ἐγὼ οὔποτ’ ἂν εὐδαιμονίσαιμι. τὸν γὰρ θεῶν πόλεμον οὐκ οἶδα
οὔτ’ ἀπὸ ποίου ἂν τάχους οὔτε ὅποι ἄν τις φεύγων ἀποφύγοι
οὔτ’ εἰς ποῖον ἂν σκότος ἀποδραίη οὔθ’ ὅπως ἂν εἰς ἐχυρὸν
χωρίον ἀποσταίη. πάντῃ γὰρ πάντα τοῖς θεοῖς ὕποχα καὶ
πάντων ἴσον οἱ θεοὶ κρατοῦσι. [2.5.8] περὶ μὲν δὴ τῶν θεῶν τε
καὶ τῶν ὅρκων οὕτω γιγνώσκω, παρ’ οὓς ἡμεῖς τὴν φιλίαν
συνθέμενοι κατεθέμεθα· τῶν δ’ ἀνθρωπίνων σὲ ἐγὼ ἐν τῷ
παρόντι νομίζω μέγιστον εἶναι ἡμῖν ἀγαθόν. [2.5.9] σὺν μὲν γὰρ
σοὶ πᾶσα μὲν ὁδὸς εὔπορος, πᾶς δὲ ποταμὸς διαβατός, τῶν τε
ἐπιτηδείων οὐκ ἀπορία· ἄνευ δὲ σοῦ πᾶσα μὲν διὰ σκότους ἡ
ὁδός· οὐδὲν γὰρ αὐτῆς ἐπιστάμεθα· πᾶς δὲ ποταμὸς δύσπορος,
πᾶς δὲ ὄχλος φοβερός, φοβερώτατον δ’ ἐρημία· μεστὴ γὰρ
πολλῆς ἀπορίας ἐστίν. [2.5.10] εἰ δὲ δὴ καὶ μανέντες σε κατακτεί-
ναιμεν, ἄλλο τι ἂν ἢ τὸν εὐεργέτην κατακτείναντες πρὸς
βασιλέα τὸν μέγιστον ἔφεδρον ἀγωνιζοίμεθα; ὅσων δὲ δὴ
καὶ οἵων ἂν ἐλπίδων ἐμαυτὸν στερήσαιμι, εἰ σέ τι κακὸν
ἐπιχειρήσαιμι ποιεῖν, ταῦτα λέξω. [2.5.11] ἐγὼ γὰρ Κῦρον ἐπεθύ-
μησά μοι φίλον γενέσθαι, νομίζων τῶν τότε ἱκανώτατον εἶναι
εὖ ποιεῖν ὃν βούλοιτο· σὲ δὲ νῦν ὁρῶ τήν τε Κύρου δύναμιν
καὶ χώραν ἔχοντα καὶ τὴν σαυτοῦ [χώραν] σῴζοντα, τὴν δὲ
βασιλέως δύναμιν, ᾗ Κῦρος πολεμίᾳ ἐχρῆτο, σοὶ ταύτην
ξύμμαχον οὖσαν. [2.5.12] τούτων δὲ τοιούτων ὄντων τίς οὕτω
μαίνεται ὅστις οὐ βούλεται σοὶ φίλος εἶναι; ἀλλὰ μὴν ἐρῶ
γὰρ καὶ ταῦτα ἐξ ὧν ἔχω ἐλπίδας καὶ σὲ βουλήσεσθαι φίλον
ἡμῖν εἶναι. [2.5.13] οἶδα μὲν γὰρ ὑμῖν Μυσοὺς λυπηροὺς ὄντας, οὓς
νομίζω ἂν σὺν τῇ παρούσῃ δυνάμει ταπεινοὺς ὑμῖν παρασχεῖν·
οἶδα δὲ καὶ Πισίδας· ἀκούω δὲ καὶ ἄλλα ἔθνη πολλὰ τοιαῦτα
εἶναι, ἃ οἶμαι ἂν παῦσαι ἐνοχλοῦντα ἀεὶ τῇ ὑμετέρᾳ εὐδαι-
μονίᾳ. Αἰγυπτίους δέ, οἷς μάλιστα ὑμᾶς γιγνώσκω τεθυμω-
μένους, οὐχ ὁρῶ ποίᾳ δυνάμει συμμάχῳ χρησάμενοι μᾶλλον
ἂν κολάσαισθε τῆς νῦν σὺν ἐμοὶ οὔσης. [2.5.14] ἀλλὰ μὴν ἔν γε
τοῖς πέριξ οἰκοῦσι σὺ εἰ μὲν βούλοιο φίλος ὡς μέγιστος ἂν
εἴης, εἰ δέ τίς σε λυποίη, ὡς δεσπότης <ἂν> ἀναστρέφοιο
ἔχων ἡμᾶς ὑπηρέτας, οἵ σοι οὐκ ἂν μισθοῦ ἕνεκα ὑπηρε-
τοῖμεν ἀλλὰ καὶ τῆς χάριτος ἣν σωθέντες ὑπὸ σοῦ σοὶ ἂν
ἔχοιμεν δικαίως. [2.5.15] ἐμοὶ μὲν ταῦτα πάντα ἐνθυμουμένῳ οὕτω
δοκεῖ θαυμαστὸν εἶναι τὸ σὲ ἡμῖν ἀπιστεῖν ὥστε καὶ ἥδιστ’
ἂν ἀκούσαιμι τὸ ὄνομα τίς οὕτως ἐστὶ δεινὸς λέγειν ὥστε σε
πεῖσαι λέγων ὡς ἡμεῖς σοι ἐπιβουλεύομεν.
|