Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΚΥΡΟΥ ΑΝΑΒΑΣΙΣ

ΞΕΝ ΚΑναβ 2.3.21–2.3.29

Οι έλληνες στρατηγοί εξηγούν γιατί ακολούθησαν τον Κύρο – Ανταλλαγή όρκων με τον Τισσαφέρνη
Οι Μύριοι και ο Αριαίος αντάλλαξαν όρκους συμμαχίας (βλ. σχετικά και ΞΕΝ ΚΑναβ 2.1.7–2.1.20) και προσπάθησαν να διαφύγουν με πορεία προς τον βορρά για λόγους επισιτισμού του στρατεύματος. Ο Αρταξέρξης από την πλευρά του στέλνει στους Έλληνες τον Τισσαφέρνη, που υπόσχεται ότι θα τους οδηγήσει ο ίδιος στα μικρασιατικά παράλια, αν του εξηγήσουν για ποιο λόγο εξεστράτευσαν εναντίον του Μ. Βασιλιά.

[2.3.21] πρὸς ταῦτα μεταστάντες οἱ
Ἕλληνες ἐβουλεύοντο· καὶ ἀπεκρίναντο, Κλέαρχος δ’ ἔλεγεν·
Ἡμεῖς οὔτε συνήλθομεν ὡς βασιλεῖ πολεμήσοντες οὔτε
ἐπορευόμεθα ἐπὶ βασιλέα, ἀλλὰ πολλὰς προφάσεις Κῦρος
ηὕρισκεν, ὡς καὶ σὺ εὖ οἶσθα, ἵνα ὑμᾶς τε ἀπαρασκεύους
λάβοι καὶ ἡμᾶς ἐνθάδε ἀγάγοι. [2.3.22] ἐπεὶ μέντοι ἤδη αὐτὸν
ἑωρῶμεν ἐν δεινῷ ὄντα, ᾐσχύνθημεν καὶ θεοὺς καὶ ἀνθρώπους
προδοῦναι αὐτόν, ἐν τῷ πρόσθεν χρόνῳ παρέχοντες ἡμᾶς
αὐτοὺς εὖ ποιεῖν. [2.3.23] ἐπεὶ δὲ Κῦρος τέθνηκεν, οὔτε βασιλεῖ
ἀντιποιούμεθα τῆς ἀρχῆς οὔτ’ ἔστιν ὅτου ἕνεκα βουλοίμεθα
ἂν τὴν βασιλέως χώραν κακῶς ποιεῖν, οὐδ’ αὐτὸν ἀποκτεῖναι
ἂν ἐθέλοιμεν, πορευοίμεθα δ’ ἂν οἴκαδε, εἴ τις ἡμᾶς μὴ λυποίη·
ἀδικοῦντα μέντοι πειρασόμεθα σὺν τοῖς θεοῖς ἀμύνασθαι· ἐὰν
μέντοι τις ἡμᾶς καὶ εὖ ποιῶν ὑπάρχῃ, καὶ τούτου εἴς γε
δύναμιν οὐχ ἡττησόμεθα εὖ ποιοῦντες. [2.3.24] ὁ μὲν οὕτως εἶπεν·
ἀκούσας δὲ ὁ Τισσαφέρνης, Ταῦτα, ἔφη, ἐγὼ ἀπαγγελῶ
βασιλεῖ καὶ ὑμῖν πάλιν τὰ παρ’ ἐκείνου· μέχρι δ’ ἂν ἐγὼ
ἥκω αἱ σπονδαὶ μενόντων· [2.3.25] ἀγορὰν δὲ ἡμεῖς παρέξομεν. καὶ
εἰς μὲν τὴν ὑστεραίαν οὐχ ἧκεν· ὥσθ’ οἱ Ἕλληνες ἐφρόντιζον·
τῇ δὲ τρίτῃ ἥκων ἔλεγεν ὅτι διαπεπραγμένος ἥκοι παρὰ
βασιλέως δοθῆναι αὐτῷ σῴζειν τοὺς Ἕλληνας, καίπερ πάνυ
πολλῶν ἀντιλεγόντων ὡς οὐκ ἄξιον εἴη βασιλεῖ ἀφεῖναι
τοὺς ἐφ’ ἑαυτὸν στρατευσαμένους. [2.3.26] τέλος δὲ εἶπε· Καὶ νῦν
ἔξεστιν ὑμῖν πιστὰ λαβεῖν παρ’ ἡμῶν ἦ μὴν φιλίαν παρέξειν
ὑμῖν τὴν χώραν καὶ ἀδόλως ἀπάξειν εἰς τὴν Ἑλλάδα ἀγορὰν
παρέχοντας· ὅπου δ’ ἂν μὴ ᾖ πρίασθαι, λαμβάνειν ὑμᾶς ἐκ
τῆς χώρας ἐάσομεν τὰ ἐπιτήδεια. [2.3.27] ὑμᾶς δὲ αὖ ἡμῖν δεήσει
ὀμόσαι ἦ μὴν πορεύσεσθαι ὡς διὰ φιλίας ἀσινῶς σῖτα καὶ
ποτὰ λαμβάνοντας ὁπόταν μὴ ἀγορὰν παρέχωμεν, ἐὰν δὲ
παρέχωμεν ἀγοράν, ὠνουμένους ἕξειν τὰ ἐπιτήδεια. [2.3.28] ταῦτα
ἔδοξε, καὶ ὤμοσαν καὶ δεξιὰς ἔδοσαν Τισσαφέρνης καὶ ὁ τῆς
βασιλέως γυναικὸς ἀδελφὸς τοῖς τῶν Ἑλλήνων στρατηγοῖς
καὶ λοχαγοῖς καὶ ἔλαβον παρὰ τῶν Ἑλλήνων. [2.3.29] μετὰ δὲ ταῦτα
Τισσαφέρνης εἶπε· Νῦν μὲν δὴ ἄπειμι ὡς βασιλέα· ἐπειδὰν
δὲ διαπράξωμαι ἃ δέομαι, ἥξω συσκευασάμενος ὡς ἀπάξων
ὑμᾶς εἰς τὴν Ἑλλάδα καὶ αὐτὸς ἀπιὼν ἐπὶ τὴν ἐμαυτοῦ
ἀρχήν.