Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΚΥΡΟΥ ΑΝΑΒΑΣΙΣ

ΞΕΝ ΚΑναβ 2.1.7–2.1.20

Ο Αρταξέρξης απαιτεί την παράδοση των όπλων των Μυρίων
Μολονότι ο θάνατος του Κύρου κατά τη διάρκεια της μάχης στα Κούναξα (401 π.Χ), τρομοκράτησε τους ασιάτες στρατιώτες του, που τράπηκαν σε φυγή, οι έλληνες μισθοφόροι κράτησαν τις θέσεις τους. Ωστόσο, αγνοούσαν το γεγονός της απώλειας του επικεφαλής τους μέχρι το επόμενο πρωί, οπότε το πληροφορήθηκαν από τους απεσταλμένους του Αριαίου, ενός από τους συμμάχους του Κύρου. Ο Κλέαρχος πρότεινε να κάνουν δεκτή την πρόταση του Αριαίου να τεθούν οι Μύριοι υπό τις διαταγές του. Αργότερα φτάνουν στο στρατόπεδο κήρυκες του Αρταξέρξη και του Τισσαφέρνη.

[2.1.7] καὶ ἤδη τε ἦν περὶ πλήθουσαν ἀγορὰν καὶ ἔρ-
χονται παρὰ βασιλέως καὶ Τισσαφέρνους κήρυκες οἱ μὲν
ἄλλοι βάρβαροι, ἦν δ’ αὐτῶν Φαλῖνος εἷς Ἕλλην, ὃς ἐτύγχανε
παρὰ Τισσαφέρνει ὢν καὶ ἐντίμως ἔχων· καὶ γὰρ προσε-
ποιεῖτο ἐπιστήμων εἶναι τῶν ἀμφὶ τάξεις τε καὶ ὁπλομαχίαν.
[2.1.8] οὗτοι δὲ προσελθόντες καὶ καλέσαντες τοὺς τῶν Ἑλλήνων
ἄρχοντας λέγουσιν ὅτι βασιλεὺς κελεύει τοὺς Ἕλληνας,
ἐπεὶ νικῶν τυγχάνει καὶ Κῦρον ἀπέκτονε, παραδόντας τὰ
ὅπλα ἰόντας ἐπὶ βασιλέως θύρας εὑρίσκεσθαι ἄν τι δύνωνται
ἀγαθόν. [2.1.9] ταῦτα μὲν εἶπον οἱ βασιλέως κήρυκες· οἱ δὲ Ἕλ-
ληνες βαρέως μὲν ἤκουσαν, ὅμως δὲ Κλέαρχος τοσοῦτον
εἶπεν, ὅτι οὐ τῶν νικώντων εἴη τὰ ὅπλα παραδιδόναι· ἀλλ’,
ἔφη, ὑμεῖς μέν, ὦ ἄνδρες στρατηγοί, τούτοις ἀποκρίνασθε
ὅ τι κάλλιστόν τε καὶ ἄριστον ἔχετε· ἐγὼ δὲ αὐτίκα ἥξω.
ἐκάλεσε γάρ τις αὐτὸν τῶν ὑπηρετῶν, ὅπως ἴδοι τὰ ἱερὰ
ἐξῃρημένα· ἔτυχε γὰρ θυόμενος. [2.1.10] ἔνθα δὴ ἀπεκρίνατο
Κλεάνωρ ὁ Ἀρκάς, πρεσβύτατος ὤν, ὅτι πρόσθεν ἂν ἀπο-
θάνοιεν ἢ τὰ ὅπλα παραδοίησαν· Πρόξενος δὲ ὁ Θηβαῖος,
Ἀλλ’ ἐγώ, ἔφη, ὦ Φαλῖνε, θαυμάζω πότερα ὡς κρατῶν
βασιλεὺς αἰτεῖ τὰ ὅπλα ἢ ὡς διὰ φιλίαν δῶρα. εἰ μὲν
γὰρ ὡς κρατῶν, τί δεῖ αὐτὸν αἰτεῖν καὶ οὐ λαβεῖν ἐλθόντα;
εἰ δὲ πείσας βούλεται λαβεῖν, λεγέτω τί ἔσται τοῖς στρα-
τιώταις, ἐὰν αὐτῷ ταῦτα χαρίσωνται. [2.1.11] πρὸς ταῦτα Φαλῖνος
εἶπε· Βασιλεὺς νικᾶν ἡγεῖται, ἐπεὶ Κῦρον ἀπέκτεινε. τίς
γὰρ αὐτῷ ἔστιν ὅστις τῆς ἀρχῆς ἀντιποιεῖται; νομίζει δὲ
καὶ ὑμᾶς ἑαυτοῦ εἶναι, ἔχων ἐν μέσῃ τῇ ἑαυτοῦ χώρᾳ καὶ
ποταμῶν ἐντὸς ἀδιαβάτων καὶ πλῆθος ἀνθρώπων ἐφ’ ὑμᾶς
δυνάμενος ἀγαγεῖν, ὅσον οὐδ’ εἰ παρέχοι ὑμῖν δύναισθε ἂν
ἀποκτεῖναι. [2.1.12] μετὰ τοῦτον Θεόπομπος Ἀθηναῖος εἶπεν· Ὦ
Φαλῖνε, νῦν, ὡς σὺ ὁρᾷς, ἡμῖν οὐδὲν ἔστιν ἀγαθὸν ἄλλο εἰ
μὴ ὅπλα καὶ ἀρετή. ὅπλα μὲν οὖν ἔχοντες οἰόμεθα ἂν καὶ
τῇ ἀρετῇ χρῆσθαι, παραδόντες δ’ ἂν ταῦτα καὶ τῶν σωμάτων
στερηθῆναι. μὴ οὖν οἴου τὰ μόνα ἀγαθὰ ἡμῖν ὄντα ὑμῖν
παραδώσειν, ἀλλὰ σὺν τούτοις καὶ περὶ τῶν ὑμετέρων ἀγα-
θῶν μαχούμεθα. [2.1.13] ἀκούσας δὲ ταῦτα ὁ Φαλῖνος ἐγέλασε καὶ
εἶπεν· Ἀλλὰ φιλοσόφῳ μὲν ἔοικας, ὦ νεανίσκε, καὶ λέγεις
οὐκ ἀχάριστα· ἴσθι μέντοι ἀνόητος ὤν, εἰ οἴει τὴν ὑμετέραν
ἀρετὴν περιγενέσθαι ἂν τῆς βασιλέως δυνάμεως. [2.1.14] ἄλλους
δέ τινας ἔφασαν λέγειν ὑπομαλακιζομένους, ὡς καὶ Κύρῳ
πιστοὶ ἐγένοντο καὶ βασιλεῖ ἂν πολλοῦ ἄξιοι γένοιντο, εἰ
βούλοιτο φίλος γενέσθαι· καὶ εἴτε ἄλλο τι θέλοι χρῆσθαι
εἴτ’ ἐπ’ Αἴγυπτον στρατεύειν, συγκαταστρέψαιντ’ ἂν αὐτῷ.
[2.1.15] ἐν τούτῳ Κλέαρχος ἧκε, καὶ ἠρώτησεν εἰ ἤδη ἀποκεκριμένοι
εἶεν. Φαλῖνος δὲ ὑπολαβὼν εἶπεν· Οὗτοι μέν, ὦ Κλέαρχε,
ἄλλος ἄλλα λέγει· σὺ δ’ ἡμῖν εἰπὲ τί λέγεις. [2.1.16] ὁ δ’ εἶπεν·
Ἐγώ σε, ὦ Φαλῖνε, ἄσμενος ἑόρακα, οἶμαι δὲ καὶ οἱ ἄλλοι
πάντες· σύ τε γὰρ Ἕλλην εἶ καὶ ἡμεῖς τοσοῦτοι ὄντες ὅσους
σὺ ὁρᾷς· ἐν τοιούτοις δὲ ὄντες πράγμασι συμβουλευόμεθά
σοι τί χρὴ ποιεῖν περὶ ὧν λέγεις. [2.1.17] σὺ οὖν πρὸς θεῶν συμ-
βούλευσον ἡμῖν ὅ τι σοι δοκεῖ κάλλιστον καὶ ἄριστον εἶναι,
καὶ ὅ σοι τιμὴν οἴσει εἰς τὸν ἔπειτα χρόνον [ἀνα]λεγόμενον,
ὅτι Φαλῖνός ποτε πεμφθεὶς παρὰ βασιλέως κελεύσων τοὺς
Ἕλληνας τὰ ὅπλα παραδοῦναι συμβουλευομένοις συνεβού-
λευσεν αὐτοῖς τάδε. οἶσθα δὲ ὅτι ἀνάγκη λέγεσθαι ἐν τῇ
Ἑλλάδι ἃ ἂν συμβουλεύσῃς. [2.1.18] ὁ δὲ Κλέαρχος ταῦτα ὑπήγετο
βουλόμενος καὶ αὐτὸν τὸν παρὰ βασιλέως πρεσβεύοντα συμ-
βουλεῦσαι μὴ παραδοῦναι τὰ ὅπλα, ὅπως εὐέλπιδες μᾶλλον
εἶεν οἱ Ἕλληνες. Φαλῖνος δὲ ὑποστρέψας παρὰ τὴν δόξαν
αὐτοῦ εἶπεν· [2.1.19] Ἐγώ, εἰ μὲν τῶν μυρίων ἐλπίδων μία τις ὑμῖν
ἐστι σωθῆναι πολεμοῦντας βασιλεῖ, συμβουλεύω μὴ παρα-
διδόναι τὰ ὅπλα· εἰ δέ τοι μηδεμία σωτηρίας ἐστὶν ἐλπὶς
ἄκοντος βασιλέως, συμβουλεύω σῴζεσθαι ὑμῖν ὅπῃ δυνατόν.
[2.1.20] Κλέαρχος δὲ πρὸς ταῦτα εἶπεν· Ἀλλὰ ταῦτα μὲν δὴ σὺ
λέγεις· παρ’ ἡμῶν δὲ ἀπάγγελλε τάδε, ὅτι ἡμεῖς οἰόμεθα,
εἰ μὲν δέοι βασιλεῖ φίλους εἶναι, πλείονος ἂν ἄξιοι εἶναι
φίλοι ἔχοντες τὰ ὅπλα ἢ παραδόντες ἄλλῳ, εἰ δὲ δέοι πολε-
μεῖν, ἄμεινον ἂν πολεμεῖν ἔχοντες τὰ ὅπλα ἢ ἄλλῳ παρα-
δόντες.