Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΙΕΡΩΝ

ΞΕΝ Ιερ 7.1–7.4

Αντίλογος του Σιμωνίδη: η τυραννίδα επιδαψιλεύει τιμές
Μολονότι ο Ιέρωνας δήλωσε ότι ως τύραννος στερούνταν όλες τις απολαύσεις ενός ιδιώτη, ενώ παράλληλα ζούσε σε διαρκή φόβο και καχυποψία για τους γύρω του, ο συνομιλητής του, ο ποιητής Σιμωνίδης από το σημείο αυτό επιμένει στη θετική θεώρηση της τυραννίδας, οδηγώντας τον τύραννο σε αδιέξοδο και προτείνοντάς του τελικά να κερδίσει την αγάπη των υπηκόων του με δίκαιη και αγαθοεργή διακυβέρνηση. Παρακάτω παρατίθεται η αρχή της επιχειρηματολογίας του ποιητή:

    [7.1] Ἐπεὶ δὲ ταῦτα αὐτοῦ ἤκουσεν ὁ Σιμωνίδης, εἶπεν· Ἔοικεν,
ἔφη, ὦ Ἱέρων, μέγα τι εἶναι ἡ τιμή, ἧς ὀρεγόμενοι οἱ ἄν-
θρωποι πάντα μὲν πόνον ὑποδύονται, πάντα δὲ κίνδυνον
ὑπομένουσι. [7.2] καὶ ὑμεῖς, ὡς ἔοικε, τοσαῦτα πράγματα
ἐχούσης ὁπόσα λέγεις τῆς τυραννίδος, ὅμως προπετῶς
φέρεσθε εἰς αὐτήν, ὅπως τιμᾶσθε καὶ ὑπηρετῶσι μὲν ὑμῖν
πάντες πάντα τὰ προσταττόμενα ἀπροφασίστως, περι-
βλέπωσι δὲ πάντες, ὑπανιστῶνται δ’ ἀπὸ τῶν θάκων ὁδῶν
τε παραχωρῶσι, γεραίρωσι δὲ καὶ λόγοις καὶ ἔργοις πάντες
οἱ παρόντες ἀεὶ ὑμᾶς· τοιαῦτα γὰρ δὴ ποιοῦσι τοῖς τυράν-
νοις οἱ ἀρχόμενοι καὶ ἄλλον ὅντιν’ ἂν ἀεὶ τιμῶντες τυγχάνωσι.
[7.3] καὶ γάρ μοι δοκεῖ, ὦ Ἱέρων, τούτῳ διαφέρειν ἀνὴρ τῶν
ἄλλων ζῴων, τῷ τιμῆς ὀρέγεσθαι. ἐπεὶ σιτίοις γε καὶ
ποτοῖς καὶ ὕπνοις καὶ ἀφροδισίοις πάντα ὁμοίως ἥδεσθαι
ἔοικε τὰ ζῷα· ἡ δὲ φιλοτιμία οὔτ’ ἐν τοῖς ἀλόγοις ζῴοις
ἐμφύεται οὔτ’ ἐν ἅπασιν ἀνθρώποις· οἷς δ’ ἂν ἐμφύῃ τιμῆς
τε καὶ ἐπαίνου ἔρως, οὗτοί εἰσιν ἤδη οἱ πλεῖστον μὲν τῶν
βοσκημάτων διαφέροντες, ἄνδρες δὲ καὶ οὐκέτι ἄνθρωποι
μόνον νομιζόμενοι. [7.4] ὥστε ἐμοὶ μὲν εἰκότως δοκεῖτε ταῦτα
πάντα ὑπομένειν ἃ φέρετε ἐν τῇ τυραννίδι, ἐπείπερ τιμᾶσθε
διαφερόντως τῶν ἄλλων ἀνθρώπων. καὶ γὰρ οὐδεμία ἀνθρω-
πίνη ἡδονὴ τοῦ θείου ἐγγυτέρω δοκεῖ εἶναι ἢ ἡ περὶ τὰς
τιμὰς εὐφροσύνη.