Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΙΕΡΩΝ

ΞΕΝ Ιερ 3.5–3.9

Οι τύραννοι στερούνται την ανιδιοτελή αγάπη
Με δεδομένο ότι η απόλαυση της αγάπης αποτελεί ένα πολύ μεγάλο αγαθό για τους ανθρώπους, ο Ιέρωνας δείχνει ότι ο τύραννος υστερεί και σε αυτό το σημείο (βλ. σχετικά ΞΕΝ Ιερ 2.12–2.18) από τους απλούς πολίτες.

[3.5] τοσοῦτον δέ τι ἀγαθὸν κρίνω
ἔγωγε τὸ φιλεῖσθαι εἶναι ὥστε νομίζω τῷ ὄντι αὐτόματα
τἀγαθὰ τῷ φιλουμένῳ γίγνεσθαι καὶ παρὰ θεῶν καὶ παρὰ
ἀνθρώπων· [3.6] καὶ τούτου τοίνυν τοῦ κτήματος τοιούτου ὄντος
μειονεκτοῦσιν οἱ τύραννοι πάντων μάλιστα. εἰ δὲ βούλει,
ὦ Σιμωνίδη, εἰδέναι ὅτι ἀληθῆ λέγω, ὧδε ἐπίσκεψαι. [3.7] βε-
βαιόταται μὲν γὰρ δήπου δοκοῦσι φιλίαι εἶναι γονεῦσι πρὸς
παῖδας καὶ παισὶ πρὸς γονέας καὶ ἀδελφοῖς πρὸς ἀδελφοὺς
καὶ γυναιξὶ πρὸς ἄνδρας καὶ ἑταίροις πρὸς ἑταίρους· [3.8] εἰ
τοίνυν ἐθέλεις κατανοεῖν, εὑρήσεις τοὺς μὲν ἰδιώτας ὑπὸ
τούτων μάλιστα φιλουμένους, τοὺς δὲ τυράννους πολλοὺς
μὲν παῖδας ἑαυτῶν ἀπεκτονότας, πολλοὺς δ’ ὑπὸ παίδων
αὐτοὺς ἀπολωλότας, πολλοὺς δὲ ἀδελφοὺς ἐν τυραννίσιν
ἀλληλοφόνους γεγενημένους, πολλοὺς δὲ καὶ ὑπὸ γυναικῶν
τῶν ἑαυτῶν τυράννους διεφθαρμένους καὶ ὑπὸ ἑταίρων γε
τῶν μάλιστα δοκούντων φίλων εἶναι. [3.9] οἵτινες οὖν ὑπὸ τῶν
φύσει πεφυκότων μάλιστα φιλεῖν καὶ νόμῳ συνηναγκασμένων
οὕτω μισοῦνται, πῶς ὑπ’ ἄλλου γέ τινος οἴεσθαι χρὴ αὐτοὺς
φιλεῖσθαι;