Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΕΛΛΗΝΙΚΑ

ΞΕΝ Ελλ 7.5.18–7.5.27

Η μάχη της Μαντίνειας – Αποτίμησή της
Μετά τον θάνατο του Πελοπίδα (364 π.Χ) ο Επαμεινώνδας απέμεινε μόνος ηγέτης του Κοινού των Βοιωτών. Στα επόμενα χρόνια οι Μαντινείς προκάλεσαν τη διάσπαση του Κοινού των Αρκάδων και συνήψαν ειρήνη με τους Ηλείους χωρίς τη σύμφωνη γνώμη των Θηβαίων. Ο Επαμεινώνδας χαρακτήρισε τη στάση τους προδοτική και το Μάιο του 362 π.Χ. εξεστράτευσε στην Πελοπόννησο, γνώρισε όμως στρατιωτικές ήττες.

[7.5.18] ὁ δ’ αὖ Ἐπαμεινώνδας, ἐνθυμού-
μενος ὅτι ὀλίγων μὲν ἡμερῶν ἀνάγκη ἔσοιτο ἀπιέναι διὰ τὸ
ἐξήκειν τῇ στρατείᾳ τὸν χρόνον, εἰ δὲ καταλείψοι ἐρήμους
οἷς ἦλθε σύμμαχος, ἐκεῖνοι πολιορκήσοιντο ὑπὸ τῶν ἀντι-
πάλων, αὐτὸς δὲ λελυμασμένος τῇ ἑαυτοῦ δόξῃ παντάπασιν
ἔσοιτο, ἡττημένος μὲν ἐν Λακεδαίμονι σὺν πολλῷ ὁπλιτικῷ
ὑπ’ ὀλίγων, ἡττημένος δὲ ἐν Μαντινείᾳ ἱππομαχίᾳ, αἴτιος
δὲ γεγενημένος διὰ τὴν εἰς Πελοπόννησον στρατείαν τοῦ
συνεστάναι Λακεδαιμονίους καὶ Ἀρκάδας καὶ Ἀχαιοὺς καὶ
Ἠλείους καὶ Ἀθηναίους· ὥστε οὐκ ἐδόκει αὐτῷ δυνατὸν
εἶναι ἀμαχεὶ παρελθεῖν, λογιζομένῳ ὅτι εἰ μὲν νικῴη, πάντα
ταῦτα ἀναλύσοιτο· εἰ δὲ ἀποθάνοι, καλὴν τὴν τελευτὴν ἡγή-
σατο ἔσεσθαι πειρωμένῳ τῇ πατρίδι ἀρχὴν Πελοποννήσου
καταλιπεῖν. [7.5.19] τὸ μὲν οὖν αὐτὸν τοιαῦτα διανοεῖσθαι οὐ πάνυ
μοι δοκεῖ θαυμαστὸν εἶναι· φιλοτίμων γὰρ ἀνδρῶν τὰ τοιαῦτα
διανοήματα· τὸ μέντοι <τὸ> στράτευμα παρεσκευακέναι ὡς
πόνον τε μηδένα ἀποκάμνειν μήτε νυκτὸς μήτε ἡμέρας,
κινδύνου τε μηδενὸς ἀφίστασθαι, σπάνιά τε τἀπιτήδεια
ἔχοντας ὅμως πείθεσθαι ἐθέλειν, ταῦτά μοι δοκεῖ θαυμα-
στότερα εἶναι. [7.5.20] καὶ γὰρ ὅτε τὸ τελευταῖον παρήγγειλεν
αὐτοῖς παρασκευάζεσθαι ὡς μάχης ἐσομένης, προθύμως μὲν
ἐλευκοῦντο οἱ ἱππεῖς τὰ κράνη κελεύοντος ἐκείνου, ἐπεγρά-
φοντο δὲ καὶ <οἱ> τῶν Ἀρκάδων ὁπλῖται ῥόπαλα, ὡς Θηβαῖοι
ὄντες, πάντες δὲ ἠκονῶντο καὶ λόγχας καὶ μαχαίρας καὶ
ἐλαμπρύνοντο τὰς ἀσπίδας. [7.5.21] ἐπεὶ μέντοι οὕτω παρεσκευα-
σμένους ἐξήγαγεν, ἄξιον αὖ κατανοῆσαι ἃ ἐποίησε. πρῶτον
μὲν γάρ, ὥσπερ εἰκός, συνετάττετο. τοῦτο δὲ πράττων
σαφηνίζειν ἐδόκει ὅτι εἰς μάχην παρεσκευάζετο· ἐπεί γε
μὴν ἐτέτακτο αὐτῷ τὸ στράτευμα ὡς ἐβούλετο, τὴν μὲν
συντομωτάτην πρὸς τοὺς πολεμίους οὐκ ἦγε, πρὸς δὲ τὰ
πρὸς ἑσπέραν ὄρη καὶ ἀντιπέραν τῆς Τεγέας ἡγεῖτο· ὥστε
δόξαν παρεῖχε τοῖς πολεμίοις μὴ ποιήσεσθαι μάχην ἐκείνῃ
τῇ ἡμέρᾳ. [7.5.22] καὶ γὰρ δὴ ὡς πρὸς τῷ ὄρει ἐγένετο, ἐπεὶ
ἐξετάθη αὐτῷ ἡ φάλαγξ, ὑπὸ τοῖς ὑψηλοῖς ἔθετο τὰ ὅπλα,
ὥστε εἰκάσθη στρατοπεδευομένῳ. τοῦτο δὲ ποιήσας ἔλυσε
μὲν τῶν πλείστων πολεμίων τὴν ἐν ταῖς ψυχαῖς πρὸς μάχην
παρασκευήν, ἔλυσε δὲ τὴν ἐν ταῖς συντάξεσιν. ἐπεί γε μὴν
παραγαγὼν τοὺς ἐπὶ κέρως πορευομένους λόχους εἰς μέτωπον
ἰσχυρὸν ἐποιήσατο τὸ περὶ ἑαυτὸν ἔμβολον, τότε δὴ ἀναλα-
βεῖν παραγγείλας τὰ ὅπλα ἡγεῖτο· οἱ δ’ ἠκολούθουν. οἱ
δὲ πολέμιοι ὡς εἶδον παρὰ δόξαν ἐπιόντας, οὐδεὶς αὐτῶν
ἡσυχίαν ἔχειν ἐδύνατο, ἀλλ’ οἱ μὲν ἔθεον εἰς τὰς τάξεις, οἱ
δὲ παρετάττοντο, οἱ δὲ ἵππους ἐχαλίνουν, οἱ δὲ θώρακας
ἐνεδύοντο, πάντες δὲ πεισομένοις τι μᾶλλον ἢ ποιήσουσιν
ἐῴκεσαν. [7.5.23] ὁ δὲ τὸ στράτευμα ἀντίπρῳρον ὥσπερ τριήρη
προσῆγε, νομίζων, ὅποι ἐμβαλὼν διακόψειε, διαφθερεῖν ὅλον
τὸ τῶν ἐναντίων στράτευμα. καὶ γὰρ δὴ τῷ μὲν ἰσχυρο-
τάτῳ παρεσκευάζετο ἀγωνίζεσθαι, τὸ δὲ ἀσθενέστατον πόρρω
ἀπέστησεν, εἰδὼς ὅτι ἡττηθὲν ἀθυμίαν ἂν παράσχοι τοῖς μεθ’
ἑαυτοῦ, ῥώμην δὲ τοῖς πολεμίοις. καὶ μὴν τοὺς ἱππέας οἱ
μὲν πολέμιοι ἀντιπαρετάξαντο ὥσπερ ὁπλιτῶν φάλαγγα
βάθος ἐφεξῆς καὶ ἔρημον πεζῶν ἁμίππων· [7.5.24] ὁ δ’ Ἐπαμει-
νώνδας αὖ καὶ τοῦ ἱππικοῦ ἔμβολον ἰσχυρὸν ἐποιήσατο, καὶ
ἁμίππους πεζοὺς συνέταξεν αὐτοῖς, νομίζων τὸ ἱππικὸν ἐπεὶ
διακόψειεν, ὅλον τὸ ἀντίπαλον νενικηκὼς ἔσεσθαι· μάλα γὰρ
χαλεπὸν εὑρεῖν τοὺς ἐθελήσοντας μένειν, ἐπειδάν τινας φεύ-
γοντας τῶν ἑαυτῶν ὁρῶσι· καὶ ὅπως μὴ ἐπιβοηθῶσιν οἱ
Ἀθηναῖοι ἀπὸ τοῦ εὐωνύμου κέρατος ἐπὶ τὸ ἐχόμενον, κατ-
έστησεν ἐπὶ γηλόφων τινῶν ἐναντίους αὐτοῖς καὶ ἱππέας καὶ
ὁπλίτας, φόβον βουλόμενος καὶ τούτοις παρέχειν ὡς, εἰ
βοηθήσαιεν, ὄπισθεν οὗτοι ἐπικείσοιντο αὐτοῖς. τὴν μὲν δὴ
συμβολὴν οὕτως ἐποιήσατο, καὶ οὐκ ἐψεύσθη τῆς ἐλπίδος·
κρατήσας γὰρ ᾗ προσέβαλεν ὅλον ἐποίησε φεύγειν τὸ τῶν
ἐναντίων. [7.5.25] ἐπεί γε μὴν ἐκεῖνος ἔπεσεν, οἱ λοιποὶ οὐδὲ τῇ
νίκῃ ὀρθῶς ἔτι ἐδυνάσθησαν χρήσασθαι, ἀλλὰ φυγούσης μὲν
αὐτοῖς τῆς ἐναντίας φάλαγγος οὐδένα ἀπέκτειναν οἱ ὁπλῖται
οὐδὲ προῆλθον ἐκ τοῦ χωρίου ἔνθα ἡ συμβολὴ ἐγένετο.
φυγόντων δ’ αὐτοῖς καὶ τῶν ἱππέων, ἀπέκτειναν μὲν οὐδ’
οἱ ἱππεῖς διώκοντες οὔτε ἱππέας οὔθ’ ὁπλίτας, ὥσπερ δὲ
ἡττώμενοι πεφοβημένως διὰ τῶν φευγόντων πολεμίων δι-
έπεσον. καὶ μὴν οἱ ἅμιπποι καὶ οἱ πελτασταὶ συννενικηκότες
τοῖς ἱππεῦσιν ἀφίκοντο μὲν ἐπὶ τοῦ εὐωνύμου, ὡς κρατοῦντες,
ἐκεῖ δ’ ὑπὸ τῶν Ἀθηναίων οἱ πλεῖστοι αὐτῶν ἀπέθανον.

    [7.5.26] Τούτων δὲ πραχθέντων τοὐναντίον ἐγεγένητο οὗ ἐνόμι-
σαν πάντες ἄνθρωποι ἔσεσθαι. συνεληλυθυίας γὰρ σχεδὸν
ἁπάσης τῆς Ἑλλάδος καὶ ἀντιτεταγμένων, οὐδεὶς ἦν ὅστις
οὐκ ᾤετο, εἰ μάχη ἔσοιτο, τοὺς μὲν κρατήσαντας ἄρξειν,
τοὺς δὲ κρατηθέντας ὑπηκόους ἔσεσθαι· ὁ δὲ θεὸς οὕτως
ἐποίησεν ὥστε ἀμφότεροι μὲν τροπαῖον ὡς νενικηκότες ἐστή-
σαντο, τοὺς δὲ ἱσταμένους οὐδέτεροι ἐκώλυον, νεκροὺς δὲ
ἀμφότεροι μὲν ὡς νενικηκότες ὑποσπόνδους ἀπέδοσαν, ἀμφό-
τεροι δὲ ὡς ἡττημένοι ὑποσπόνδους ἀπελάμβανον, [7.5.27] νενικηκέναι
δὲ φάσκοντες ἑκάτεροι οὔτε χώρᾳ οὔτε πόλει οὔτ’ ἀρχῇ
οὐδέτεροι οὐδὲν πλέον ἔχοντες ἐφάνησαν ἢ πρὶν τὴν μάχην
γενέσθαι· ἀκρισία δὲ καὶ ταραχὴ ἔτι πλείων μετὰ τὴν μάχην
ἐγένετο ἢ πρόσθεν ἐν τῇ Ἑλλάδι. ἐμοὶ μὲν δὴ μέχρι τούτου
γραφέσθω· τὰ δὲ μετὰ ταῦτα ἴσως ἄλλῳ μελήσει.