Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΕΛΛΗΝΙΚΑ

ΞΕΝ Ελλ 7.4.6–7.4.11

Κορίνθιοι και Φλειάσιοι αποσύρονται από τον πόλεμο
Οι Αθηναίοι προσπάθησαν να καταλάβουν την Κόρινθο, αν και ήταν σύμμαχός τους. Οι Κορίνθιοι πληροφορήθηκαν το σχέδιό τους και απέπεμψαν την αθηναϊκή φρουρά.

    Τοῖς δὲ Κορινθίοις ἐνθυμουμένοις ὡς χαλεπῶς ἔχοι αὐ-
τοὺς σωθῆναι, κρατουμένους μὲν καὶ πρόσθεν κατὰ γῆν,
προσγεγενημένων δὲ αὐτοῖς Ἀθηναίων ἀνεπιτηδείων, ἔδοξεν
ἁθροίζειν καὶ πεζοὺς καὶ ἱππέας μισθοφόρους. ἡγούμενοι
δὲ τούτων, ἅμα μὲν τὴν πόλιν ἐφύλαττον, ἅμα δὲ πολλὰ
τοὺς πλησίον πολεμίους κακῶς ἐποίουν· εἰς μέντοι Θήβας
ἔπεμψαν ἐπερησομένους εἰ τύχοιεν ἂν ἐλθόντες εἰρήνης.
[7.4.7] ἐπεὶ δὲ οἱ Θηβαῖοι ἰέναι ἐκέλευον, ὡς ἐσομένης, ἐδεήθησαν
οἱ Κορίνθιοι ἐᾶσαι σφᾶς ἐλθεῖν καὶ ἐπὶ τοὺς συμμάχους, ὡς
μετὰ μὲν τῶν βουλομένων ποιησόμενοι τὴν εἰρήνην, τοὺς δὲ
πόλεμον αἱρουμένους ἐάσοντες πολεμεῖν. ἐφέντων δὲ καὶ
ταῦτα πράττειν τῶν Θηβαίων, ἐλθόντες εἰς Λακεδαίμονα οἱ
Κορίνθιοι εἶπον· [7.4.8] Ἡμεῖς, ὦ ἄνδρες Λακεδαιμόνιοι, πρὸς ὑμᾶς
πάρεσμεν ὑμέτεροι φίλοι, καὶ ἀξιοῦμεν, εἰ μέν τινα ὁρᾶτε
σωτηρίαν ἡμῖν, ἐὰν διακαρτερῶμεν πολεμοῦντες, διδάξαι καὶ
ἡμᾶς· εἰ δὲ ἀπόρως γιγνώσκετε ἔχοντα τὰ ἡμέτερα, εἰ μὲν
καὶ ὑμῖν συμφέρει, ποιήσασθαι μεθ’ ἡμῶν τὴν εἰρήνην· ὡς
οὐδὲ μετ’ οὐδένων ἂν ἥδιον ἢ μεθ’ ὑμῶν σωθείημεν· εἰ
μέντοι ὑμεῖς λογίζεσθε συμφέρειν ὑμῖν πολεμεῖν, δεόμεθα
ὑμῶν ἐᾶσαι ἡμᾶς εἰρήνην ποιήσασθαι. σωθέντες μὲν γὰρ
ἴσως ἂν αὖθις ἔτι ποτὲ ἐν καιρῷ ὑμῖν γενοίμεθα· ἐὰν δὲ
νῦν ἀπολώμεθα, δῆλον ὅτι οὐδέποτε χρήσιμοι ἔτι ἐσόμεθα.
[7.4.9] ἀκούσαντες δὲ ταῦτα οἱ Λακεδαιμόνιοι τοῖς τε Κορινθίοις
συνεβούλευον τὴν εἰρήνην ποιήσασθαι καὶ τῶν ἄλλων συμ-
μάχων ἐπέτρεψαν τοῖς μὴ βουλομένοις σὺν ἑαυτοῖς πολεμεῖν
ἀναπαύεσθαι· αὐτοὶ δ’ ἔφασαν πολεμοῦντες πράξειν ὅ τι ἂν
τῷ θεῷ φίλον ᾖ· ὑφήσεσθαι δὲ οὐδέποτε, ἣν παρὰ τῶν
πατέρων παρέλαβον Μεσσήνην, ταύτης στερηθῆναι. [7.4.10] οἱ οὖν
Κορίνθιοι ἀκούσαντες ταῦτα ἐπορεύοντο εἰς τὰς Θήβας ἐπὶ
τὴν εἰρήνην. οἱ μέντοι Θηβαῖοι ἠξίουν αὐτοὺς καὶ συμ-
μαχίαν ὀμνύναι· οἱ δὲ ἀπεκρίναντο ὅτι ἡ μὲν συμμαχία οὐκ
εἰρήνη, ἀλλὰ πολέμου μεταλλαγὴ εἴη· εἰ δὲ βούλοιντο,
παρεῖναι ἔφασαν τὴν δικαίαν εἰρήνην ποιησόμενοι. ἀγα-
σθέντες δὲ αὐτοὺς οἱ Θηβαῖοι, ὅτι καίπερ ἐν κινδύνῳ ὄντες
οὐκ ἤθελον τοῖς εὐεργέταις εἰς πόλεμον καθίστασθαι, συν-
εχώρησαν αὐτοῖς καὶ Φλειασίοις καὶ τοῖς ἐλθοῦσι μετ’ αὐτῶν
εἰς Θήβας τὴν εἰρήνην ἐφ’ ᾧτε ἔχειν τὴν ἑαυτῶν ἑκάστους.
καὶ ἐπὶ τούτοις ὠμόσθησαν οἱ ὅρκοι. [7.4.11] οἱ μὲν δὴ Φλειάσιοι,
ἐπεὶ οὕτως ἡ σύμβασις ἐγένετο, εὐθὺς ἀπῆλθον ἐκ τῆς
Θυαμίας· οἱ δὲ Ἀργεῖοι ὀμόσαντες ἐπὶ τοῖς αὐτοῖς τούτοις
εἰρήνην ποιήσεσθαι, ἐπεὶ οὐκ ἐδύναντο καταπρᾶξαι ὥστε
τοὺς τῶν Φλειασίων φυγάδας μένειν ἐν τῷ Τρικαράνῳ ὡς
ἐν τῇ ἑαυτῶν πόλει ἔχοντας, παραλαβόντες ἐφρούρουν, φά-
σκοντες σφετέραν τὴν γῆν ταύτην εἶναι, ἣν ὀλίγῳ πρότερον
ὡς πολεμίαν οὖσαν ἐδῄουν, καὶ δίκας τῶν Φλειασίων
προκαλουμένων οὐκ ἐδίδοσαν.