Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΕΛΛΗΝΙΚΑ

ΞΕΝ Ελλ 7.1.27–7.1.32

Αποτυχημένη διπλωματική πρωτοβουλία του Αριοβαρζάνη – Η "άδακρυς" νίκη των Σπαρτιατών
Το 369 π.Χ. ο Επαμεινώνδας στάλθηκε από το Βοιωτικό Κοινό στην Πελοπόννησο και διεξήγαγε επιχειρήσεις στην Κορινθία. Δύο χιλιάδες Κελτίβηρες, σταλμένοι από τον τύραννο των Συρακουσών Διονύσιο Α´, κατέφθασαν στο πλευρό των Σπαρτιατών, αλλά γύρισαν στη Σικελία μετά την αποτυχία κατάληψης της Σικυώνος. Στο μεταξύ ψυχράνθηκαν οι σχέσεις Αρκάδων και Ηλείων, συμμάχων των Βοιωτών στην Πελοπόννησο. Επιπλέον, ο ηγέτης του Αρκαδικού Κοινού Λυκομήδης, μετά από κάποιες στρατιωτικές επιτυχίες κάλεσε τους συμπολίτες του να χαράξουν πολιτική ανεξάρτητη από τα θηβαϊκά συμφέροντα. Στη συγκεκριμένη συγκυρία εκδηλώνεται και διπλωματική πρωτοβουλία του σατράπη της Φρυγίας Αριοβαρζάνη, μετά τη διαταγή του Πέρση βασιλιά Αρταξέρξη.

    [7.1.27] Οὕτω δ’ ἑκάστων μέγα ἐφ’ ἑαυτοῖς φρονούντων τῶν
συμμάχων, ἔρχεται Φιλίσκος Ἀβυδηνὸς παρ’ Ἀριοβαρζάνους
χρήματα ἔχων πολλά. καὶ πρῶτα μὲν εἰς Δελφοὺς συνή-
γαγε περὶ εἰρήνης Θηβαίους καὶ τοὺς συμμάχους καὶ τοὺς
Λακεδαιμονίους. ἐκεῖ δὲ ἐλθόντες τῷ μὲν θεῷ οὐδὲν ἀνεκοι-
νώσαντο ὅπως ἂν ἡ εἰρήνη γένοιτο, αὐτοὶ δὲ ἐβουλεύοντο.
ἐπεὶ δὲ οὐ συνεχώρουν οἱ Θηβαῖοι Μεσσήνην ὑπὸ Λακεδαι-
μονίοις εἶναι, ξενικὸν πολὺ συνέλεγεν ὁ Φιλίσκος, ὅπως
πολεμοίη μετὰ Λακεδαιμονίων.

    [7.1.28] Τούτων δὲ πραττομένων ἀφικνεῖται καὶ ἡ παρὰ Διονυσίου
δευτέρα βοήθεια. λεγόντων δὲ Ἀθηναίων μὲν ὡς χρεὼν
εἴη αὐτοὺς ἰέναι εἰς Θετταλίαν τἀναντία Θηβαίοις, Λακεδαι-
μονίων δὲ ὡς εἰς τὴν Λακωνικήν, ταῦτα ἐν τοῖς συμμάχοις
ἐνίκησεν. ἐπεὶ δὲ περιέπλευσαν οἱ παρὰ Διονυσίου εἰς
Λακεδαίμονα, λαβὼν αὐτοὺς Ἀρχίδαμος μετὰ τῶν πολιτικῶν
ἐστρατεύετο. καὶ Καρύας μὲν ἐξαιρεῖ κατὰ κράτος, καὶ ὅσους
ζῶντας ἔλαβεν, ἀπέσφαξεν· ἐκεῖθεν δ’ εὐθὺς στρατευσάμενος
εἰς Παρρασίους τῆς Ἀρκαδίας μετ’ αὐτῶν ἐδῄου τὴν χώραν.
ἐπεὶ δ’ ἐβοήθησαν οἱ Ἀρκάδες καὶ οἱ Ἀργεῖοι, ἐπαναχωρήσας
ἐστρατοπεδεύσατο ἐν τοῖς ὑπὲρ Μηλέας γηλόφοις. ἐνταῦθα
δ’ ὄντος αὐτοῦ Κισσίδας ὁ ἄρχων τῆς παρὰ Διονυσίου
βοηθείας ἔλεγεν ὅτι ἐξήκοι αὐτῷ ὁ χρόνος ὃς εἰρημένος ἦν
παραμένειν. καὶ ἅμα ταῦτ’ ἔλεγε καὶ ἀπῄει τὴν ἐπὶ Σπάρτης.
[7.1.29] ἐπεὶ δὲ ἀποπορευόμενον ὑπετέμνοντο αὐτὸν οἱ Μεσσήνιοι ἐπὶ
στενὸν τῆς ὁδοῦ, ἐνταῦθα δὴ ἔπεμπεν ἐπὶ τὸν Ἀρχίδαμον καὶ
βοηθεῖν ἐκέλευε· κἀκεῖνος μέντοι ἐβοήθει. ὡς δὲ ἐγένοντο
ἐν τῇ ἐπ’ Εὐτρησίους ἐκτροπῇ, οἱ μὲν Ἀρκάδες καὶ Ἀργεῖοι
προσέβαινον εἰς τὴν Λάκαιναν, καὶ οὗτοι ὡς ἀποκλείσοντες
αὐτὸν τῆς ἐπ’ οἶκον ὁδοῦ. ὁ δέ, οὗπέρ ἐστι χωρίον ἐπίπεδον
ἐν ταῖς συμβολαῖς τῆς τε ἐπ’ Εὐτρησίων καὶ τῆς ἐπὶ Μηλέας
ὁδοῦ, ἐνταῦθα ἐκβὰς παρετάξατο ὡς μαχούμενος. [7.1.30] ἔφασαν δ’
αὐτὸν καὶ πρὸ τῶν λόχων παριόντα τοιάδε παρακελεύσασθαι·
Ἄνδρες πολῖται, νῦν ἀγαθοὶ γενόμενοι ἀναβλέψωμεν ὀρθοῖς
ὄμμασιν· ἀποδῶμεν τοῖς ἐπιγιγνομένοις τὴν πατρίδα οἵανπερ
παρὰ τῶν πατέρων παρελάβομεν· παυσώμεθα αἰσχυνόμενοι
καὶ παῖδας καὶ γυναῖκας καὶ πρεσβυτέρους καὶ ξένους, ἐν οἷς
πρόσθεν γε πάντων τῶν Ἑλλήνων περιβλεπτότατοι ἦμεν.
[7.1.31] τούτων δὲ ῥηθέντων ἐξ αἰθρίας ἀστραπάς τε καὶ βροντὰς
λέγουσιν αἰσίους αὐτῷ φανῆναι· συνέβη δὲ καὶ πρὸς τῷ
δεξιῷ κέρατι τέμενός τε καὶ ἄγαλμα Ἡρακλέους [οὗ δὴ καὶ
ἀπόγονος λέγεται] εἶναι. τοιγαροῦν ἐκ τούτων πάντων οὕτω
πολὺ μένος καὶ θάρρος τοῖς στρατιώταις φασὶν ἐμπεσεῖν
ὥστ’ ἔργον εἶναι τοῖς ἡγεμόσιν ἀνείργειν τοὺς στρατιώτας
ὠθουμένους εἰς τὸ πρόσθεν. ἐπεὶ μέντοι ἡγεῖτο ὁ Ἀρχί-
δαμος, ὀλίγοι μὲν τῶν πολεμίων δεξάμενοι εἰς δόρυ αὐτοὺς
ἀπέθανον· οἱ δ’ ἄλλοι φεύγοντες ἔπιπτον, πολλοὶ μὲν ὑπὸ
ἱππέων, πολλοὶ δὲ ὑπὸ τῶν Κελτῶν. [7.1.32] ὡς δὲ ληξάσης τῆς
μάχης τροπαῖον ἐστήσατο, εὐθὺς ἔπεμψεν οἴκαδε ἀγγελοῦντα
Δημοτέλη τὸν κήρυκα τῆς τε νίκης τὸ μέγεθος <καὶ> ὅτι
Λακεδαιμονίων μὲν οὐδὲ εἷς τεθναίη, τῶν δὲ πολεμίων παμ-
πλήθεις. τοὺς μέντοι ἐν Σπάρτῃ ἔφασαν ἀκούσαντας ἀρξα-
μένους ἀπὸ Ἀγησιλάου καὶ τῶν γερόντων καὶ τῶν ἐφόρων
πάντας κλαίειν· οὕτω κοινόν τι ἄρα χαρᾷ καὶ λύπῃ δάκρυά
ἐστιν. ἐπὶ μέντοι τῇ τῶν Ἀρκάδων τύχῃ οὐ πολύ τι ἧττον
Λακεδαιμονίων ἥσθησαν Θηβαῖοί τε καὶ Ἠλεῖοι· οὕτως ἤδη
ἤχθοντο ἐπὶ τῷ φρονήματι αὐτῶν.