Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΕΛΛΗΝΙΚΑ

ΞΕΝ Ελλ 6.3.10–6.3.20

(ΞΕΝ Ελλ 6.3.1–6.3.20: Αθηναίοι και Σπαρτιάτες υπογράφουν ειρήνη το 371 π.Χ.) Ο λόγος του Καλλίστρατου – Υπογραφή της ειρήνης του 371 π.Χ. – Αποχώρηση των Θηβαίων

    [6.3.10] Ταῦτα εἰπὼν σιωπὴν μὲν παρὰ πάντων ἐποίησεν, ἡδο-
μένους δὲ τοὺς ἀχθομένους τοῖς Λακεδαιμονίοις ἐποίησε.
μετὰ τοῦτον Καλλίστρατος ἔλεξεν· Ἀλλ’ ὅπως μέν, ὦ
ἄνδρες Λακεδαιμόνιοι, οὐκ ἐγγεγένηται ἁμαρτήματα καὶ ἀφ’
ἡμῶν καὶ ἀφ’ ὑμῶν ἐγὼ μὲν οὐκ ἂν ἔχειν μοι δοκῶ εἰπεῖν·
οὐ μέντοι οὕτω γιγνώσκω ὡς τοῖς ἁμαρτάνουσιν οὐδέποτε
ἔτι χρηστέον· ὁρῶ γὰρ τῶν ἀνθρώπων οὐδένα ἀναμάρτητον
διατελοῦντα. δοκοῦσι δέ μοι καὶ εὐπορώτεροι ἐνίοτε γίγ-
νεσθαι ἅνθρωποι ἁμαρτάνοντες, ἄλλως τε καὶ ἐὰν κολασ-
θῶσιν ὑπὸ τῶν ἁμαρτημάτων, ὡς ἡμεῖς. [6.3.11] καὶ ὑμῖν δὲ ἔγωγε
ὁρῶ διὰ τὰ ἀγνωμόνως πραχθέντα ἔστιν ὅτε πολλὰ ἀντίτυπα
γιγνόμενα· ὧν ἦν καὶ ἡ καταληφθεῖσα ἐν Θήβαις Καδμεία·
νῦν γοῦν, †ὡς ἐσπουδάσατε αὐτονόμους τὰς πόλεις γενέσθαι,
πᾶσαι πάλιν, ἐπεὶ ἠδικήθησαν οἱ Θηβαῖοι, ἐπ’ ἐκείνοις γε-
γένηνται. ὥστε πεπαιδευμένους ἡμᾶς ὡς τὸ πλεονεκτεῖν
ἀκερδές ἐστι νῦν ἐλπίζω πάλιν μετρίους ἐν τῇ πρὸς ἀλλή-
λους φιλίᾳ ἔσεσθαι. [6.3.12] ἃ δὲ βουλόμενοί τινες ἀποτρέπειν τὴν
εἰρήνην διαβάλλουσιν, ὡς ἡμεῖς οὐ φιλίας δεόμενοι, ἀλλὰ
φοβούμενοι μὴ Ἀνταλκίδας ἔλθῃ ἔχων παρὰ βασιλέως
χρήματα, διὰ τοῦθ’ ἥκομεν, ἐνθυμήθητε ὡς φλυαροῦσι.
βασιλεὺς μὲν γὰρ δήπου ἔγραψε πάσας τὰς ἐν τῇ Ἑλλάδι
πόλεις αὐτονόμους εἶναι· ἡμεῖς δὲ ταὐτὰ ἐκείνῳ λέγοντές τε
καὶ πράττοντες τί ἂν φοβοίμεθα βασιλέα; ἢ τοῦτο οἴεταί
τις, ὡς ἐκεῖνος βούλεται χρήματα ἀναλώσας ἄλλους μεγά-
λους ποιῆσαι μᾶλλον ἢ ἄνευ δαπάνης ἃ ἔγνω ἄριστα εἶναι,
ταῦτα ἑαυτῷ πεπρᾶχθαι; εἶεν. [6.3.13] τί μὴν ἥκομεν; ὅτι μὲν
οὖν οὐκ ἀποροῦντες, γνοίητε ἄν, εἰ μὲν βούλεσθε, πρὸς τὰ
κατὰ θάλατταν ἰδόντες, εἰ δὲ βούλεσθε, πρὸς τὰ κατὰ γῆν ἐν
τῷ παρόντι. †τί μήν ἐστιν; εὔδηλον ὅτι εἰ τῶν συμμάχων
τινὲς οὐκ ἀρεστὰ πράττουσιν ἡμῖν ἢ ὑμῖν ἀρεστά.† ἴσως δὲ
καὶ βουλοίμεθ’ ἂν ὧν ἕνεκα περιεσώσατε ἡμᾶς ἃ ὀρθῶς
ἔγνωμεν ὑμῖν ἐπιδεῖξαι. [6.3.14] ἵνα δὲ καὶ τοῦ συμφόρου ἔτι
ἐπιμνησθῶ, εἰσὶ μὲν δήπου πασῶν τῶν πόλεων αἱ μὲν τὰ
ὑμέτερα, αἱ δὲ τὰ ἡμέτερα φρονοῦσαι, καὶ ἐν ἑκάστῃ πόλει
οἱ μὲν λακωνίζουσιν, οἱ δὲ ἀττικίζουσιν. εἰ οὖν ἡμεῖς φίλοι
γενοίμεθα, πόθεν ἂν εἰκότως χαλεπόν τι προσδοκήσαιμεν;
καὶ γὰρ δὴ κατὰ γῆν μὲν τίς ἂν ὑμῶν φίλων ὄντων ἱκανὸς
γένοιτο ἡμᾶς λυπῆσαι; κατὰ θάλαττάν γε μὴν τίς ἂν ὑμᾶς
βλάψαι τι ἡμῶν ὑμῖν ἐπιτηδείων ὄντων; [6.3.15] ἀλλὰ μέντοι ὅτι
μὲν πόλεμοι ἀεί ποτε γίγνονται καὶ ὅτι καταλύονται πάντες
ἐπιστάμεθα, καὶ ὅτι ἡμεῖς, ἂν μὴ νῦν, ἀλλ’ αὖθίς ποτε
εἰρήνης ἐπιθυμήσομεν. τί οὖν δεῖ ἐκεῖνον τὸν χρόνον ἀνα-
μένειν, ἕως ἂν ὑπὸ πλήθους κακῶν ἀπείπωμεν, μᾶλλον ἢ
οὐχ ὡς τάχιστα πρίν τι ἀνήκεστον γενέσθαι τὴν εἰρήνην
ποιήσασθαι; [6.3.16] ἀλλὰ μὴν οὐδ’ ἐκείνους ἔγωγε ἐπαινῶ οἵτινες
ἀγωνισταὶ γενόμενοι καὶ νενικηκότες ἤδη πολλάκις καὶ δόξαν
ἔχοντες οὕτω φιλονεικοῦσιν ὥστε οὐ πρότερον παύονται,
πρὶν ἂν ἡττηθέντες τὴν ἄσκησιν καταλύσωσιν, οὐδέ γε τῶν
κυβευτῶν οἵτινες αὖ ἐὰν ἕν τι ἐπιτύχωσι, περὶ διπλασίων
κυβεύουσιν· ὁρῶ γὰρ καὶ τῶν τοιούτων τοὺς πλείους ἀπό-
ρους παντάπασι γιγνομένους. [6.3.17] ἃ χρὴ καὶ ἡμᾶς ὁρῶντας
εἰς μὲν τοιοῦτον ἀγῶνα μηδέποτε καταστῆναι, ὥστ’ ἢ πάντα
λαβεῖν ἢ πάντ’ ἀποβαλεῖν, ἕως δὲ καὶ ἐρρώμεθα καὶ εὐτυ-
χοῦμεν, φίλους ἀλλήλοις γενέσθαι. οὕτω γὰρ ἡμεῖς τ’ ἂν
δι’ ὑμᾶς καὶ ὑμεῖς δι’ ἡμᾶς ἔτι μείζους ἢ τὸν παρελθόντα
χρόνον ἐν τῇ Ἑλλάδι ἀναστρεφοίμεθα.

    [6.3.18] Δοξάντων δὲ τούτων καλῶς εἰπεῖν, ἐψηφίσαντο καὶ οἱ
Λακεδαιμόνιοι δέχεσθαι τὴν εἰρήνην, ἐφ’ ᾧ τούς τε ἁρμοστὰς
ἐκ τῶν πόλεων ἐξάγειν, τά τε στρατόπεδα διαλύειν καὶ τὰ
ναυτικὰ καὶ τὰ πεζικά, τάς τε πόλεις αὐτονόμους ἐᾶν. εἰ
δέ τις παρὰ ταῦτα ποιοίη, τὸν μὲν βουλόμενον βοηθεῖν ταῖς
ἀδικουμέναις πόλεσι, τῷ δὲ μὴ βουλομένῳ μὴ εἶναι ἔνορκον
συμμαχεῖν τοῖς ἀδικουμένοις. [6.3.19] ἐπὶ τούτοις ὤμοσαν Λακεδαι-
μόνιοι μὲν ὑπὲρ αὑτῶν καὶ τῶν συμμάχων, Ἀθηναῖοι δὲ καὶ
οἱ σύμμαχοι κατὰ πόλεις ἕκαστοι. ἀπογραψάμενοι δ’ ἐν
ταῖς ὀμωμοκυίαις πόλεσι καὶ οἱ Θηβαῖοι, προσελθόντες
πάλιν τῇ ὑστεραίᾳ οἱ πρέσβεις αὐτῶν ἐκέλευον μεταγράφειν
ἀντὶ Θηβαίων Βοιωτοὺς ὀμωμοκότας. ὁ δὲ Ἀγησίλαος
ἀπεκρίνατο ὅτι μεταγράψει μὲν οὐδὲν ὧν τὸ πρῶτον ὤμοσάν
τε καὶ ἀπεγράψαντο· εἰ μέντοι μὴ βούλοιντο ἐν ταῖς σπον-
δαῖς εἶναι, ἐξαλείφειν ἂν ἔφη, εἰ κελεύοιεν. [6.3.20] οὕτω δὴ
εἰρήνην τῶν ἄλλων πεποιημένων, πρὸς δὲ Θηβαίους μόνους
ἀντιλογίας οὔσης, οἱ μὲν Ἀθηναῖοι οὕτως εἶχον τὴν γνώμην
ὡς νῦν Θηβαίους τὸ λεγόμενον δὴ δεκατευθῆναι ἐλπὶς εἴη,
αὐτοὶ δὲ οἱ Θηβαῖοι παντελῶς ἀθύμως ἔχοντες ἀπῆλθον.