Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΕΛΛΗΝΙΚΑ

ΞΕΝ Ελλ 5.2.25–5.2.31

Πραξικοπηματική κατάληψη της Καδμείας από τους Σπαρτιάτες
Η Ανταλκίδειος ειρήνη (βλ. και ΞΕΝ Ελλ 5.1.30–5.1.36) ενίσχυσε τη θέση της Σπάρτης. Άρχισε, έτσι, μια περίοδος παρεμβάσεών της στα εσωτερικά ζητήματα των ελληνικών πόλεων, με παράλληλη προσπάθειά της για τη συστηματική εξασθένιση των αντίπαλων δυνάμεων. Στα πλαίσια αυτά, στάλθηκε στη Χαλκιδική σπαρτιατικό εκστρατευτικό σώμα υπό την ηγεσία του Ευδαμίδα, ενώ ο αδελφός του, ο Φοιβίδας, αναχώρησε για τον ίδιο προορισμό αργότερα, έχοντας υπό τις διαταγές του τους άνδρες που ανήκαν στο σώμα του πρώτου, αλλά είχαν καθυστερήσει να συγκεντρωθούν.

    [5.2.25] Ὁ δὲ Φοιβίδας, ἐπεὶ ἡθροίσθησαν αὐτῷ οἱ ὑπολειφθέντες
τοῦ Εὐδαμίδου, λαβὼν αὐτοὺς ἐπορεύετο. ὡς δ’ ἐγένοντο
ἐν Θήβαις, ἐστρατοπεδεύσαντο μὲν ἔξω τῆς πόλεως περὶ τὸ
γυμνάσιον· στασιαζόντων δὲ τῶν Θηβαίων, πολεμαρχοῦντες
μὲν ἐτύγχανον Ἰσμηνίας τε καὶ Λεοντιάδης, διάφοροι δὲ
ὄντες ἀλλήλοις καὶ ἀρχηγὸς ἑκάτερος τῶν ἑταιριῶν. ὁ μὲν
οὖν Ἰσμηνίας διὰ τὸ μῖσος τῶν Λακεδαιμονίων οὐδὲ ἐπλη-
σίαζε τῷ Φοιβίδᾳ. ὁ μέντοι Λεοντιάδης ἄλλως τε ἐθερά-
πευεν αὐτόν, καὶ ἐπεὶ εἰσῳκειώθη, ἔλεγε τάδε· [5.2.26] Ἔξεστί σοι,
ὦ Φοιβίδα, τῇδε τῇ ἡμέρᾳ μέγιστα ἀγαθὰ τῇ σεαυτοῦ πατρίδι
ὑπουργῆσαι· ἐὰν γὰρ ἀκολουθήσῃς ἐμοὶ σὺν τοῖς ὁπλίταις,
εἰσάξω σε ἐγὼ εἰς τὴν ἀκρόπολιν. τούτου δὲ γενομένου
νόμιζε τὰς Θήβας παντάπασιν ὑπὸ Λακεδαιμονίοις καὶ ἡμῖν
τοῖς ὑμετέροις φίλοις ἔσεσθαι. [5.2.27] καίτοι νῦν μέν, ὡς ὁρᾷς,
ἀποκεκήρυκται μηδένα μετὰ σοῦ στρατεύειν Θηβαίων ἐπ’
Ὀλυνθίους· ἐὰν δέ γε σὺ ταῦτα μεθ’ ἡμῶν πράξῃς, εὐθύς
σοι ἡμεῖς πολλοὺς μὲν ὁπλίτας, πολλοὺς δὲ ἱππέας συμπέμ-
ψομεν· ὥστε πολλῇ δυνάμει βοηθήσεις τῷ ἀδελφῷ, καὶ ἐν
ᾧ μέλλει ἐκεῖνος Ὄλυνθον καταστρέφεσθαι, σὺ κατεστραμ-
μένος ἔσει Θήβας, πολὺ μείζω πόλιν Ὀλύνθου. [5.2.28] ἀκούσας
δὲ ταῦτα ὁ Φοιβίδας ἀνεκουφίσθη· καὶ γὰρ ἦν τοῦ λαμπρόν
τι ποιῆσαι πολὺ μᾶλλον ἢ τοῦ ζῆν ἐραστής, οὐ μέντοι λογι-
στικός γε οὐδὲ πάνυ φρόνιμος ἐδόκει εἶναι. ἐπεὶ δὲ ὡμο-
λόγησε ταῦτα, προορμῆσαι μὲν αὐτὸν ἐκέλευσεν, ὥσπερ
συνεσκευασμένος ἦν εἰς τὸ ἀπιέναι· ἡνίκα δ’ ἂν ᾖ καιρός,
πρὸς σὲ ἥξω ἐγώ, ἔφη ὁ Λεοντιάδης, καὶ αὐτός σοι ἡγήσομαι.
[5.2.29] ἐν ᾧ δὲ ἡ μὲν βουλὴ ἐκάθητο ἐν τῇ ἐν ἀγορᾷ στοᾷ διὰ τὸ
τὰς γυναῖκας ἐν τῇ Καδμείᾳ θεσμοφοριάζειν, θέρους δὲ
ὄντος καὶ μεσημβρίας πλείστη ἦν ἐρημία ἐν ταῖς ὁδοῖς,
ἐν τούτῳ προσελάσας ἐφ’ ἵππου ὁ Λεοντιάδης ἀποστρέφει
τε τὸν Φοιβίδαν καὶ ἡγεῖται εὐθὺς εἰς τὴν ἀκρόπολιν.
καταστήσας δ’ ἐκεῖ τὸν Φοιβίδαν καὶ τοὺς μετ’ αὐτοῦ καὶ
παραδοὺς τὴν βαλανάγραν αὐτῷ τῶν πυλῶν, καὶ εἰπὼν μη-
δένα παριέναι εἰς τὴν ἀκρόπολιν ὅντινα μὴ αὐτὸς κελεύοι,
εὐθὺς ἐπορεύετο πρὸς τὴν βουλήν. [5.2.30] ἐλθὼν δὲ εἶπε τάδε·
Ὅτι μέν, ὦ ἄνδρες, Λακεδαιμόνιοι κατέχουσι τὴν ἀκρό-
πολιν, μηδὲν ἀθυμεῖτε· οὐδενὶ γάρ φασι πολέμιοι ἥκειν,
ὅστις μὴ πολέμου ἐρᾷ· ἐγὼ δὲ τοῦ νόμου κελεύοντος ἐξ-
εῖναι πολεμάρχῳ λαβεῖν, εἴ τις δοκεῖ ἄξια θανάτου ποιεῖν,
λαμβάνω τουτονὶ Ἰσμηνίαν, ὡς πολεμοποιοῦντα. καὶ ὑμεῖς
δὲ οἱ λοχαγοί τε καὶ οἱ μετὰ τούτων τεταγμένοι, ἀνί-
στασθε, καὶ λαβόντες ἀπαγάγετε τοῦτον ἔνθα εἴρηται. [5.2.31] οἱ
μὲν δὴ εἰδότες τὸ πρᾶγμα παρῆσάν τε καὶ ἐπείθοντο καὶ
συνελάμβανον· τῶν δὲ μὴ εἰδότων, ἐναντίων δὲ ὄντων τοῖς
περὶ Λεοντιάδην, οἱ μὲν ἔφευγον εὐθὺς ἔξω τῆς πόλεως,
δείσαντες μὴ ἀποθάνοιεν· οἱ δὲ καὶ οἴκαδε πρῶτον ἀπε-
χώρησαν· ἐπεὶ δὲ εἰργμένον τὸν Ἰσμηνίαν ᾔσθοντο [οἱ]
ἐν τῇ Καδμείᾳ, τότε δὴ ἀπεχώρησαν εἰς τὰς Ἀθήνας
οἱ ταὐτὰ γιγνώσκοντες Ἀνδροκλείδᾳ τε καὶ Ἰσμηνίᾳ μά-
λιστα τριακόσιοι.