Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΕΛΛΗΝΙΚΑ

ΞΕΝ Ελλ 3.5.1–3.5.15

Προσπάθεια για την οργάνωση αντισπαρτιατικής κίνησης

    [3.5.1] Ὁ μέντοι Τιθραύστης, καταμαθεῖν δοκῶν τὸν Ἀγησίλαον
καταφρονοῦντα τῶν βασιλέως πραγμάτων καὶ οὐδαμῇ δια-
νοούμενον ἀπιέναι ἐκ τῆς Ἀσίας, ἀλλὰ μᾶλλον ἐλπίδας
ἔχοντα μεγάλας αἱρήσειν βασιλέα, ἀπορῶν τί χρῷτο τοῖς
πράγμασι, πέμπει Τιμοκράτην τὸν Ῥόδιον εἰς Ἑλλάδα,
δοὺς χρυσίον εἰς πεντήκοντα τάλαντα ἀργυρίου, καὶ κελεύει
πειρᾶσθαι πιστὰ τὰ μέγιστα λαμβάνοντα διδόναι τοῖς προ-
εστηκόσιν ἐν ταῖς πόλεσιν ἐφ’ ᾧτε πόλεμον ἐξοίσειν πρὸς
Λακεδαιμονίους. ἐκεῖνος δ’ ἐλθὼν δίδωσιν ἐν Θήβαις μὲν
Ἀνδροκλείδᾳ τε καὶ Ἰσμηνίᾳ καὶ Γαλαξιδώρῳ, ἐν Κορίνθῳ
δὲ Τιμολάῳ τε καὶ Πολυάνθει, ἐν Ἄργει δὲ Κύλωνί τε καὶ
τοῖς μετ’ αὐτοῦ. [3.5.2] Ἀθηναῖοι δὲ καὶ οὐ μεταλαβόντες τούτου
τοῦ χρυσίου ὅμως πρόθυμοι ἦσαν εἰς τὸν πόλεμον, νομί-
ζοντές †τε αὐτῶν ἄρχεσθαι†. οἱ μὲν δὴ δεξάμενοι τὰ χρήματα
εἰς τὰς οἰκείας πόλεις διέβαλλον τοὺς Λακεδαιμονίους· ἐπεὶ
δὲ ταύτας εἰς μῖσος αὐτῶν προήγαγον, συνίστασαν καὶ τὰς
μεγίστας πόλεις πρὸς ἀλλήλας.

    [3.5.3] Γιγνώσκοντες δὲ οἱ ἐν ταῖς Θήβαις προεστῶτες ὅτι εἰ
μή τις ἄρξει πολέμου, οὐκ ἐθελήσουσιν οἱ Λακεδαιμόνιοι
λύειν τὰς σπονδὰς πρὸς τοὺς συμμάχους, πείθουσι Λοκροὺς
τοὺς Ὀπουντίους, ἐκ τῆς ἀμφισβητησίμου χώρας Φωκεῦσί
τε καὶ ἑαυτοῖς, χρήματα τελέσαι, νομίζοντες τοὺς Φωκέας
τούτου γενομένου ἐμβαλεῖν εἰς τὴν Λοκρίδα. καὶ οὐκ
ἐψεύσθησαν, ἀλλ’ εὐθὺς οἱ Φωκεῖς ἐμβαλόντες εἰς τὴν
Λοκρίδα πολλαπλάσια χρήματα ἔλαβον. [3.5.4] οἱ οὖν περὶ τὸν
Ἀνδροκλείδαν ταχὺ ἔπεισαν τοὺς Θηβαίους βοηθεῖν τοῖς
Λοκροῖς, ὡς οὐκ εἰς τὴν ἀμφισβητήσιμον, ἀλλ’ εἰς τὴν
ὁμολογουμένην φίλην τε καὶ σύμμαχον εἶναι Λοκρίδα ἐμ-
βεβληκότων αὐτῶν. ἐπεὶ δὲ οἱ Θηβαῖοι ἀντεμβαλόντες εἰς
τὴν Φωκίδα ἐδῄουν τὴν χώραν, εὐθὺς οἱ Φωκεῖς πέμπουσι
πρέσβεις εἰς Λακεδαίμονα καὶ ἠξίουν βοηθεῖν αὑτοῖς, δι-
δάσκοντες ὡς οὐκ ἤρξαντο πολέμου, ἀλλ’ ἀμυνόμενοι ἦλθον
ἐπὶ τοὺς Λοκρούς. [3.5.5] οἱ μέντοι Λακεδαιμόνιοι ἄσμενοι ἔλαβον
πρόφασιν στρατεύειν ἐπὶ τοὺς Θηβαίους, πάλαι ὀργιζόμενοι
αὐτοῖς τῆς τε ἀντιλήψεως τῆς τοῦ Ἀπόλλωνος δεκάτης ἐν
Δεκελείᾳ καὶ τοῦ ἐπὶ τὸν Πειραιᾶ μὴ ἐθελῆσαι ἀκολουθῆσαι.
ᾐτιῶντο δ’ αὐτοὺς καὶ Κορινθίους πεῖσαι μὴ συστρατεύειν.
ἀνεμιμνῄσκοντο δὲ καὶ ὡς θύειν τ’ ἐν Αὐλίδι τὸν Ἀγησίλαον
οὐκ εἴων καὶ τὰ τεθυμένα ἱερὰ ὡς ἔρριψαν ἀπὸ τοῦ βωμοῦ
καὶ ὅτι οὐδ’ εἰς τὴν Ἀσίαν Ἀγησιλάῳ συνεστράτευον.
ἐλογίζοντο δὲ καὶ καλὸν καιρὸν εἶναι τοῦ ἐξάγειν στρατιὰν
ἐπ’ αὐτοὺς καὶ παῦσαι τῆς εἰς αὐτοὺς ὕβρεως· τά τε γὰρ ἐν
τῇ Ἀσίᾳ καλῶς σφίσιν ἔχειν, κρατοῦντος Ἀγησιλάου, καὶ
ἐν τῇ Ἑλλάδι οὐδένα ἄλλον πόλεμον ἐμποδὼν σφίσιν εἶναι.
[3.5.6] οὕτω δὲ γιγνωσκούσης τῆς πόλεως τῶν Λακεδαιμονίων
φρουρὰν μὲν οἱ ἔφοροι ἔφαινον, Λύσανδρον δ’ ἐξέπεμψαν
εἰς Φωκέας καὶ ἐκέλευσαν αὐτούς τε τοὺς Φωκέας ἄγοντα
παρεῖναι καὶ Οἰταίους καὶ Ἡρακλεώτας καὶ Μηλιέας καὶ
Αἰνιᾶνας εἰς Ἁλίαρτον. ἐκεῖσε δὲ καὶ Παυσανίας, ὅσπερ
ἔμελλεν ἡγεῖσθαι, συνετίθετο παρέσεσθαι εἰς ῥητὴν ἡμέραν,
ἔχων Λακεδαιμονίους τε καὶ τοὺς ἄλλους Πελοποννησίους.
καὶ ὁ μὲν Λύσανδρος τά τε ἄλλα τὰ κελευόμενα ἔπραττε καὶ
προσέτι Ὀρχομενίους ἀπέστησε Θηβαίων. [3.5.7] ὁ δὲ Παυσανίας,
ἐπεὶ τὰ διαβατήρια ἐγένετο αὐτῷ, καθεζόμενος ἐν Τεγέᾳ
τούς τε ξεναγοὺς διέπεμπε καὶ τοὺς ἐκ τῶν περιοικίδων
στρατιώτας περιέμενεν. ἐπεί γε μὴν δῆλον τοῖς Θηβαίοις
ἐγένετο ὅτι ἐμβαλοῖεν οἱ Λακεδαιμόνιοι εἰς τὴν χώραν αὐτῶν,
πρέσβεις ἔπεμψαν Ἀθήναζε λέγοντας τοιάδε.

    [3.5.8] Ὦ ἄνδρες Ἀθηναῖοι, ἃ μὲν μέμφεσθε ἡμῖν ὡς ψηφισα-
μένων χαλεπὰ περὶ ὑμῶν ἐν τῇ καταλύσει τοῦ πολέμου, οὐκ
ὀρθῶς μέμφεσθε· οὐ γὰρ ἡ πόλις ἐκεῖνα ἐψηφίσατο, ἀλλ’
εἷς ἀνὴρ εἶπεν, ὃς ἔτυχε τότε ἐν τοῖς συμμάχοις καθήμενος.
ὅτε δὲ παρεκάλουν ἡμᾶς οἱ Λακεδαιμόνιοι ἐπὶ τὸν Πειραιᾶ,
τότε ἅπασα ἡ πόλις ἀπεψηφίσατο μὴ συστρατεύειν αὐτοῖς.
δι’ ὑμᾶς οὖν οὐχ ἥκιστα ὀργιζομένων ἡμῖν τῶν Λακεδαιμονίων,
δίκαιον εἶναι νομίζομεν βοηθεῖν ὑμᾶς τῇ πόλει ἡμῶν. [3.5.9] πολὺ
δ’ ἔτι μᾶλλον ἀξιοῦμεν, ὅσοι τῶν ἐν ἄστει ἐγένεσθε, προθύμως
ἐπὶ τοὺς Λακεδαιμονίους ἰέναι. ἐκεῖνοι γὰρ καταστήσαντες
ὑμᾶς εἰς ὀλιγαρχίαν καὶ εἰς ἔχθραν τῷ δήμῳ, ἀφικόμενοι
πολλῇ δυνάμει ὡς ὑμῖν σύμμαχοι παρέδοσαν ὑμᾶς τῷ πλήθει·
ὥστε τὸ μὲν ἐπ’ ἐκείνοις εἶναι ἀπολώλατε, ὁ δὲ δῆμος οὑτοσὶ
ὑμᾶς ἔσωσε. [3.5.10] καὶ μὴν ὅτι μέν, ὦ ἄνδρες Ἀθηναῖοι, βούλοισθ’
ἂν τὴν ἀρχὴν ἣν πρότερον ἐκέκτησθε ἀναλαβεῖν πάντες ἐπι-
στάμεθα· τοῦτο δὲ πῶς μᾶλλον εἰκὸς γενέσθαι ἢ εἰ αὐτοὶ
τοῖς ὑπ’ ἐκείνων ἀδικουμένοις βοηθοῖτε; ὅτι δὲ πολλῶν
ἄρχουσι, μὴ φοβηθῆτε, ἀλλὰ πολὺ μᾶλλον διὰ τοῦτο θαρ-
ρεῖτε, ἐνθυμούμενοι ὅτι καὶ ὑμεῖς ὅτε πλείστων ἤρχετε, τότε
πλείστους ἐχθροὺς ἐκέκτησθε. ἀλλ’ ἕως μὲν οὐκ εἶχον ὅποι
ἀποσταῖεν, ἔκρυπτον τὴν πρὸς ὑμᾶς ἔχθραν· ἐπεὶ δέ γε
Λακεδαιμόνιοι προὔστησαν, τότε ἔφηναν οἷα περὶ ὑμῶν ἐγί-
γνωσκον. [3.5.11] καὶ νῦν γε, ἂν φανεροὶ γενώμεθα ἡμεῖς τε καὶ
ὑμεῖς συνασπιδοῦντες ἐναντία τοῖς Λακεδαιμονίοις, εὖ ἴστε,
ἀναφανήσονται πολλοὶ οἱ μισοῦντες αὐτούς. ὡς δὲ ἀληθῆ
λέγομεν, ἐὰν ἀναλογίσησθε, αὐτίκα γνώσεσθε. τίς γὰρ
ἤδη καταλείπεται αὐτοῖς εὐμενής; οὐκ Ἀργεῖοι μὲν ἀεί
ποτε δυσμενεῖς αὐτοῖς ὑπάρχουσιν; [3.5.12] Ἠλεῖοί γε μὴν νῦν
ἐστερημένοι καὶ χώρας πολλῆς καὶ πόλεων ἐχθροὶ αὐτοῖς
προσγεγένηνται. Κορινθίους δὲ καὶ Ἀρκάδας καὶ Ἀχαιοὺς
τί φῶμεν, οἳ ἐν μὲν τῷ πρὸς ὑμᾶς πολέμῳ μάλα λιπαρού-
μενοι ὑπ’ ἐκείνων πάντων καὶ πόνων καὶ κινδύνων καὶ τῶν
δαπανημάτων μετεῖχον, ἐπεὶ δ’ ἔπραξαν ἃ ἐβούλοντο οἱ
Λακεδαιμόνιοι, ποίας ἢ ἀρχῆς ἢ τιμῆς ἢ ποίων χρημάτων
μεταδεδώκασιν αὐτοῖς; ἀλλὰ τοὺς μὲν εἵλωτας ἁρμοστὰς
ἀξιοῦσι καθιστάναι, τῶν δὲ συμμάχων ἐλευθέρων ὄντων,
ἐπεὶ ηὐτύχησαν, δεσπόται ἀναπεφήνασιν. [3.5.13] ἀλλὰ μὴν καὶ
οὓς ὑμῶν ἀπέστησαν φανεροί εἰσιν ἐξηπατηκότες· ἀντὶ γὰρ
ἐλευθερίας διπλῆν αὐτοῖς δουλείαν παρεσχήκασιν· ὑπό τε
γὰρ τῶν ἁρμοστῶν τυραννοῦνται καὶ ὑπὸ δέκα ἀνδρῶν, οὓς
Λύσανδρος κατέστησεν ἐν ἑκάστῃ πόλει. ὅ γε μὴν τῆς
Ἀσίας βασιλεὺς καὶ τὰ μέγιστ’ αὐτοῖς συμβαλλόμενος εἰς
τὸ ὑμῶν κρατῆσαι νῦν τί διάφορον πάσχει ἢ εἰ μεθ’ ὑμῶν
κατεπολέμησεν αὐτούς; [3.5.14] πῶς οὖν οὐκ εἰκός, ἐὰν ὑμεῖς αὖ
προστῆτε τῶν οὕτω φανερῶς ἀδικουμένων, νῦν ὑμᾶς πολὺ
ἤδη μεγίστους τῶν πώποτε γενέσθαι; ὅτε μὲν γὰρ ἤρχετε,
τῶν κατὰ θάλατταν μόνων δήπου ἡγεῖσθε· νῦν δὲ πάντων
καὶ ἡμῶν καὶ Πελοποννησίων καὶ ὧν πρόσθεν ἤρχετε καὶ
αὐτοῦ βασιλέως τοῦ μεγίστην δύναμιν ἔχοντος ἡγεμόνες ἂν
γένοισθε. καίτοι ἦμεν πολλοῦ ἄξιοι καὶ ἐκείνοις σύμμαχοι,
ὡς ὑμεῖς ἐπίστασθε· νῦν δέ γε εἰκὸς τῷ παντὶ ἐρρωμενε-
στέρως ὑμῖν συμμαχεῖν ἡμᾶς ἢ τότε Λακεδαιμονίοις· οὐδὲ
γὰρ ὑπὲρ νησιωτῶν ἢ Συρακοσίων οὐδ’ ὑπὲρ ἀλλοτρίων,
ὥσπερ τότε, ἀλλ’ ὑπὲρ ἡμῶν αὐτῶν ἀδικουμένων βοηθήσο-
μεν. [3.5.15] καὶ τοῦτο μέντοι χρὴ εὖ εἰδέναι, ὅτι ἡ Λακεδαιμονίων
πλεονεξία πολὺ εὐκαταλυτωτέρα ἐστὶ τῆς ὑμετέρας γενομένης
ἀρχῆς. ὑμεῖς μὲν γὰρ ἔχοντες ναυτικὸν οὐκ ἐχόντων ἤρχετε,
οὗτοι δὲ ὀλίγοι ὄντες πολλαπλασίων ὄντων καὶ οὐδὲν χεῖρον
ὡπλισμένων πλεονεκτοῦσι. ταῦτ’ οὖν λέγομεν ἡμεῖς· εὖ
γε μέντοι ἐπίστασθε, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι νομίζομεν ἐπὶ
πολὺ μείζω ἀγαθὰ παρακαλεῖν ὑμᾶς τῇ ὑμετέρᾳ πόλει ἢ τῇ
ἡμετέρᾳ.