[3.4.20] Ἐν δὲ τούτῳ τῷ χρόνῳ καὶ ὁ ἐνιαυτὸς ἤδη ἀφ’ οὗ
ἐξέπλευσεν ὁ Ἀγησίλαος διεληλύθει, ὥστε οἱ μὲν περὶ
Λύσανδρον τριάκοντα οἴκαδε ἀπέπλεον, διάδοχοι δ’ αὐτοῖς
οἱ περὶ Ἡριππίδαν παρῆσαν. τούτων Ξενοκλέα μὲν καὶ
ἄλλον ἔταξεν ἐπὶ τοὺς ἱππέας, Σκύθην δὲ ἐπὶ τοὺς νεοδα-
μώδεις ὁπλίτας, Ἡριππίδαν δ’ ἐπὶ τοὺς Κυρείους, Μύγδωνα
δὲ ἐπὶ τοὺς ἀπὸ τῶν πόλεων στρατιώτας, καὶ προεῖπεν
αὐτοῖς ὡς εὐθὺς ἡγήσοιτο τὴν συντομωτάτην ἐπὶ τὰ κράτιστα
τῆς χώρας, ὅπως αὐτόθεν οὕτω τὰ σώματα καὶ τὴν γνώμην
παρασκευάζοιντο ὡς ἀγωνιούμενοι. [3.4.21] ὁ μέντοι Τισσαφέρνης
ταῦτα μὲν ἐνόμισε λέγειν αὐτὸν πάλιν βουλόμενον ἐξαπα-
τῆσαι, εἰς Καρίαν δὲ νῦν τῷ ὄντι ἐμβαλεῖν, καὶ τό τε
πεζὸν καθάπερ τὸ πρόσθεν εἰς Καρίαν διεβίβασε καὶ τὸ
ἱππικὸν εἰς τὸ Μαιάνδρου πεδίον κατέστησεν. ὁ δ’ Ἀγη-
σίλαος οὐκ ἐψεύσατο, ἀλλ’ ὥσπερ προεῖπεν εὐθὺς εἰς τὸν
Σαρδιανὸν τόπον ἐνέβαλε. καὶ τρεῖς μὲν ἡμέρας δι’ ἐρημίας
πολεμίων πορευόμενος πολλὰ τὰ ἐπιτήδεια τῇ στρατιᾷ εἶχε,
τῇ δὲ τετάρτῃ ἧκον οἱ τῶν πολεμίων ἱππεῖς. [3.4.22] καὶ τῷ μὲν
ἄρχοντι τῶν σκευοφόρων εἶπε διαβάντι τὸν Πακτωλὸν
ποταμὸν στρατοπεδεύεσθαι, αὐτοὶ δὲ κατιδόντες τοὺς τῶν
Ἑλλήνων ἀκολούθους ἐσπαρμένους εἰς ἁρπαγὴν πολλοὺς
αὐτῶν ἀπέκτειναν. αἰσθόμενος δὲ Ἀγησίλαος, βοηθεῖν
ἐκέλευσε τοὺς ἱππέας. οἱ δ’ αὖ Πέρσαι ὡς εἶδον τὴν
βοήθειαν, ἡθροίσθησαν καὶ ἀντιπαρετάξαντο παμπλήθεσι
τῶν ἱππέων τάξεσιν. [3.4.23] ἔνθα δὴ ὁ Ἀγησίλαος γιγνώσκων
ὅτι τοῖς μὲν πολεμίοις οὔπω παρείη τὸ πεζόν, αὐτῷ δὲ
οὐδὲν ἀπείη τῶν παρεσκευασμένων, καιρὸν ἡγήσατο μάχην
συνάψαι, εἰ δύναιτο. σφαγιασάμενος οὖν τὴν μὲν φάλαγγα
εὐθὺς ἦγεν ἐπὶ τοὺς παρατεταγμένους ἱππέας, ἐκ δὲ τῶν
ὁπλιτῶν ἐκέλευσε τὰ δέκα ἀφ’ ἥβης θεῖν ὁμόσε αὐτοῖς,
τοῖς δὲ πελτασταῖς εἶπε δρόμῳ ὑφηγεῖσθαι. παρήγγειλε
δὲ καὶ τοῖς ἱππεῦσιν ἐμβάλλειν, ὡς αὐτοῦ τε καὶ παντὸς
τοῦ στρατεύματος ἑπομένου. [3.4.24] τοὺς μὲν δὴ ἱππέας ἐδέξαντο
οἱ Πέρσαι· ἐπεὶ δ’ ἅμα πάντα τὰ δεινὰ παρῆν, ἐνέκλιναν,
καὶ οἱ μὲν αὐτῶν εὐθὺς ἐν τῷ ποταμῷ ἔπεσον, οἱ δ’ ἄλλοι
ἔφευγον. οἱ δ’ Ἕλληνες ἐπακολουθοῦντες αἱροῦσι καὶ τὸ
στρατόπεδον αὐτῶν. καὶ οἱ μὲν πελτασταί, ὥσπερ εἰκός,
εἰς ἁρπαγὴν ἐτράποντο· ὁ δ’ Ἀγησίλαος κύκλῳ πάντα καὶ
φίλια καὶ πολέμια περιεστρατοπεδεύσατο. καὶ ἄλλα τε
πολλὰ χρήματα ἐλήφθη, ἃ ηὗρε πλέον ἢ ἑβδομήκοντα τά-
λαντα, καὶ αἱ κάμηλοι δὲ τότε ἐλήφθησαν, ἃς Ἀγησίλαος
εἰς τὴν Ἑλλάδα ἀπήγαγεν.
[3.4.25] Ὅτε δ’ αὕτη ἡ μάχη ἐγένετο, Τισσαφέρνης ἐν Σάρδεσιν
ἔτυχεν ὤν· ὥστε ᾐτιῶντο οἱ Πέρσαι προδεδόσθαι ὑπ’ αὐτοῦ.
γνοὺς δὲ καὶ αὐτὸς ὁ Περσῶν βασιλεὺς Τισσαφέρνην αἴτιον
εἶναι τοῦ κακῶς φέρεσθαι τὰ ἑαυτοῦ, Τιθραύστην κατα-
πέμψας ἀποτέμνει αὐτοῦ τὴν κεφαλήν. τοῦτο δὲ ποιήσας
ὁ Τιθραύστης πέμπει πρὸς τὸν Ἀγησίλαον πρέσβεις λέ-
γοντας· Ὦ Ἀγησίλαε, ὁ μὲν αἴτιος τῶν πραγμάτων καὶ
ὑμῖν καὶ ἡμῖν ἔχει τὴν δίκην· βασιλεὺς δὲ ἀξιοῖ σὲ μὲν
ἀποπλεῖν οἴκαδε, τὰς δ’ ἐν τῇ Ἀσίᾳ πόλεις αὐτονόμους
οὔσας τὸν ἀρχαῖον δασμὸν αὐτῷ ἀποφέρειν. [3.4.26] ἀποκριναμένου
δὲ τοῦ Ἀγησιλάου ὅτι οὐκ ἂν ποιήσειε ταῦτα ἄνευ τῶν οἴκοι
τελῶν, Σὺ δ’ ἀλλά, ἕως ἂν πύθῃ τὰ παρὰ τῆς πόλεως, μετα-
χώρησον, ἔφη, εἰς τὴν Φαρναβάζου, ἐπειδὴ καὶ ἐγὼ τὸν σὸν
ἐχθρὸν τετιμώρημαι. Ἕως ἂν τοίνυν, ἔφη ὁ Ἀγησίλαος,
ἐκεῖσε πορεύωμαι, δίδου δὴ τῇ στρατιᾷ τὰ ἐπιτήδεια. ἐκείνῳ
μὲν δὴ ὁ Τιθραύστης δίδωσι τριάκοντα τάλαντα· ὁ δὲ λαβὼν
ᾔει ἐπὶ τὴν Φαρναβάζου Φρυγίαν. [3.4.27] ὄντι δ’ αὐτῷ ἐν τῷ πεδίῳ
τῷ ὑπὲρ Κύμης ἔρχεται ἀπὸ τῶν οἴκοι τελῶν ἄρχειν καὶ τοῦ
ναυτικοῦ ὅπως γιγνώσκοι καὶ καταστήσασθαι ναύαρχον ὅντινα
αὐτὸς βούλοιτο. τοῦτο δ’ ἐποίησαν οἱ Λακεδαιμόνιοι τοιῷδε
λογισμῷ, ὡς, εἰ ὁ αὐτὸς ἀμφοτέρων ἄρχοι, τό τε πεζὸν πολὺ
ἂν ἰσχυρότερον εἶναι, καθ’ ἓν οὔσης τῆς ἰσχύος ἀμφοτέροις,
τό τε ναυτικόν, ἐπιφαινομένου τοῦ πεζοῦ ἔνθα δέοι. [3.4.28] ἀκούσας
δὲ ταῦτα ὁ Ἀγησίλαος, πρῶτον μὲν ταῖς πόλεσι παρήγγειλε
ταῖς ἐν ταῖς νήσοις καὶ ταῖς ἐπιθαλαττιδίοις τριήρεις ποιεῖσθαι
ὁπόσας ἑκάστη βούλοιτο τῶν πόλεων. καὶ ἐγένοντο καιναί,
ἐξ ὧν αἵ τε πόλεις ἐπηγγείλαντο καὶ οἱ ἰδιῶται ἐποιοῦντο
χαρίζεσθαι βουλόμενοι, εἰς εἴκοσι καὶ ἑκατόν. [3.4.29] Πείσανδρον
δὲ τὸν τῆς γυναικὸς ἀδελφὸν ναύαρχον κατέστησε, φιλότιμον
μὲν καὶ ἐρρωμένον τὴν ψυχήν, ἀπειρότερον δὲ τοῦ παρα-
σκευάζεσθαι ὡς δεῖ. καὶ Πείσανδρος μὲν ἀπελθὼν τὰ ναυτικὰ
ἔπραττεν· ὁ δ’ Ἀγησίλαος, ὥσπερ ὥρμησεν, ἐπὶ τὴν Φρυγίαν
ἐπορεύετο.
|