Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΕΛΛΗΝΙΚΑ

ΞΕΝ Ελλ 3.4.1–3.4.6

Ο Αγησίλαος ξεκινά εκστρατεία στην Ασία
Ο Τισσαφέρνης, σατράπης της Δυτικής Μ. Ασίας, απαίτησε την παράδοση των ελληνικών πόλεων της Μ. Ασίας, οι οποίες ζήτησαν τη βοήθεια της Σπάρτης. Οι Λακεδαιμόνιοι θεώρησαν ότι όφειλαν να ανταποκριθούν σε αυτήν, ώστε να μην πληγεί το κύρος τους, δεδομένης της συμπεριφοράς των Αθηναίων σε ανάλογες εκκλήσεις κατά την περίοδο της δικής τους ηγεμονίας. Έτσι, από το 400 έως το 397 π.Χ. εξεστράτευσαν στη Μ. Ασία με αρχηγούς αρχικά τον Θίβρωνα και στη συνέχεια τον Δερκυλλίδα. Στο μεταξύ στον θρόνο της Σπάρτης ανέβηκε ο Αγησίλαος.

    [3.4.1] Μετὰ δὲ ταῦτα Ἡρώδας τις Συρακόσιος ἐν Φοινίκῃ ὢν
μετὰ ναυκλήρου τινός, καὶ ἰδὼν τριήρεις Φοινίσσας, τὰς
μὲν καταπλεούσας ἄλλοθεν, τὰς δὲ καὶ αὐτοῦ πεπληρω-
μένας, τὰς δὲ καὶ ἔτι κατασκευαζομένας, προσακούσας δὲ
καὶ τοῦτο, ὅτι τριακοσίας αὐτὰς δέοι γενέσθαι, ἐπιβὰς ἐπὶ
τὸ πρῶτον ἀναγόμενον πλοῖον εἰς τὴν Ἑλλάδα ἐξήγγειλε
τοῖς Λακεδαιμονίοις ὡς βασιλέως καὶ Τισσαφέρνους τὸν
στόλον τοῦτον παρασκευαζομένων· ὅποι δὲ οὐδὲν ἔφη
εἰδέναι. [3.4.2] ἀνεπτερωμένων δὲ τῶν Λακεδαιμονίων καὶ τοὺς
συμμάχους συναγόντων καὶ βουλευομένων τί χρὴ ποιεῖν,
Λύσανδρος νομίζων καὶ τῷ ναυτικῷ πολὺ περιέσεσθαι τοὺς
Ἕλληνας καὶ τὸ πεζὸν λογιζόμενος ὡς ἐσώθη τὸ μετὰ
Κύρου ἀναβάν, πείθει τὸν Ἀγησίλαον ὑποστῆναι, ἂν αὐτῷ
δῶσι τριάκοντα μὲν Σπαρτιατῶν, εἰς δισχιλίους δὲ τῶν
νεοδαμώδων, εἰς ἑξακισχιλίους δὲ τὸ σύνταγμα τῶν συμ-
μάχων, στρατεύεσθαι εἰς τὴν Ἀσίαν. πρὸς δὲ τούτῳ τῷ
λογισμῷ καὶ αὐτὸς συνεξελθεῖν αὐτῷ ἐβούλετο, ὅπως τὰς
δεκαρχίας τὰς κατασταθείσας ὑπ’ ἐκείνου ἐν ταῖς πόλεσιν,
ἐκπεπτωκυίας δὲ διὰ τοὺς ἐφόρους, οἳ τὰς πατρίους πολιτείας
παρήγγειλαν, πάλιν καταστήσειε μετ’ Ἀγησιλάου. [3.4.3] ἐπαγ-
γειλαμένου δὲ τοῦ Ἀγησιλάου τὴν στρατείαν, διδόασί τε οἱ
Λακεδαιμόνιοι ὅσαπερ ᾔτησε καὶ ἑξαμήνου σῖτον. ἐπεὶ δὲ
θυσάμενος ὅσα ἔδει καὶ τἆλλα καὶ τὰ διαβατήρια ἐξῆλθε,
ταῖς μὲν πόλεσι διαπέμψας ἀγγέλους προεῖπεν ὅσους τε
δέοι ἑκασταχόθεν πέμπεσθαι καὶ ὅπου παρεῖναι, αὐτὸς δ’
ἐβουλήθη ἐλθὼν θῦσαι ἐν Αὐλίδι, ἔνθαπερ ὁ Ἀγαμέμνων
ὅτ’ εἰς Τροίαν ἔπλει ἐθύετο. [3.4.4] ὡς δ’ ἐκεῖ ἐγένετο, πυθόμενοι
οἱ βοιώταρχοι ὅτι θύοι, πέμψαντες ἱππέας τοῦ τε λοιποῦ
εἶπαν μὴ θύειν καὶ οἷς ἐνέτυχον ἱεροῖς τεθυμένοις διέρριψαν
ἀπὸ τοῦ βωμοῦ. ὁ δ’ ἐπιμαρτυράμενος τοὺς θεοὺς καὶ
ὀργιζόμενος, ἀναβὰς ἐπὶ τὴν τριήρη ἀπέπλει. ἀφικόμενος
δὲ ἐπὶ Γεραστόν, καὶ συλλέξας ἐκεῖ ὅσον ἐδύνατο τοῦ στρα-
τεύματος πλεῖστον, εἰς Ἔφεσον τὸν στόλον ἐποιεῖτο.

    [3.4.5] Ἐπεὶ δὲ ἐκεῖσε ἀφίκετο, πρῶτον μὲν Τισσαφέρνης πέμ-
ψας ἤρετο αὐτὸν τίνος δεόμενος ἥκοι. ὁ δ’ εἶπεν αὐτονόμους
καὶ τὰς ἐν τῇ Ἀσία πόλεις εἶναι, ὥσπερ καὶ τὰς ἐν τῇ παρ’
ἡμῖν Ἑλλάδι. πρὸς ταῦτ’ εἶπεν ὁ Τισσαφέρνης· Εἰ τοίνυν
θέλεις σπείσασθαι ἕως ἂν ἐγὼ πρὸς βασιλέα πέμψω, οἶμαι
ἄν σε ταῦτα διαπραξάμενον ἀποπλεῖν, εἰ βούλοιο. Ἀλλὰ
βουλοίμην ἄν, ἔφη, εἰ μὴ οἰοίμην γε ὑπὸ σοῦ ἐξαπατᾶσθαι.
Ἀλλ’ ἔξεστιν, ἔφη, σοὶ τούτων πίστιν λαβεῖν ἦ μὴν ἀδόλως
. . . σοῦ πράττοντος ταῦτα ἡμᾶς μηδὲν τῆς σῆς ἀρχῆς
ἀδικήσειν ἐν ταῖς σπονδαῖς. [3.4.6] ἐπὶ τούτοις ῥηθεῖσι Τισ-
σαφέρνης μὲν ὤμοσε τοῖς πεμφθεῖσι πρὸς αὐτὸν Ἡριππίδᾳ
καὶ Δερκυλίδᾳ καὶ Μεγίλλῳ ἦ μὴν πράξειν ἀδόλως τὴν
εἰρήνην, ἐκεῖνοι δὲ ἀντώμοσαν ὑπὲρ Ἀγησιλάου Τισσαφέρνει
ἦ μὴν ταῦτα πράττοντος αὐτοῦ ἐμπεδώσειν τὰς σπονδάς.
ὁ μὲν δὴ Τισσαφέρνης ἃ ὤμοσεν εὐθὺς ἐψεύσατο· ἀντὶ γὰρ
τοῦ εἰρήνην ἔχειν στράτευμα πολὺ παρὰ βασιλέως πρὸς
ᾧ εἶχε πρόσθεν μετεπέμπετο. Ἀγησίλαος δέ, καίπερ
αἰσθανόμενος ταῦτα, ὅμως ἐπέμενε ταῖς σπονδαῖς.