Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΕΛΛΗΝΙΚΑ

ΞΕΝ Ελλ 2.3.6–2.3.16

Παράδοση της Σάμου – Ο Λύσανδρος επιστρέφει θριαμβευτής στη Σπάρτη – Αυθαιρεσίες και εγκλήματα των Τριάκοντα – Η αντίδραση του Θηραμένη
Οι Αθηναίοι αποφάσισαν να εκλέξουν τριάντα άντρες, για να καταγράψουν τους πατρίους νόμους , προσδοκώντας έτσι διέξοδο από την κρίση. Οι Σπαρτιάτες απέδωσαν σε όσες πόλεις είχαν πληγεί από τους Αθηναίους τα παλιά τους εδάφη, έκαναν ανεξάρτητο κράτος τη Δήλο και τοποθέτησαν αρμοστές σε όλες τις πόλεις της αθηναϊκής συμμαχίας.

    [2.3.6] Οἱ δὲ Σάμιοι πολιορκούμενοι ὑπὸ Λυσάνδρου πάντῃ, ἐπεὶ
οὐ βουλομένων αὐτῶν τὸ πρῶτον ὁμολογεῖν προσβάλλειν
ἤδη ἔμελλεν ὁ Λύσανδρος, ὡμολόγησαν ἓν ἱμάτιον ἔχων
ἕκαστος ἀπιέναι τῶν ἐλευθέρων, τὰ δ’ ἄλλα παραδοῦναι·
καὶ οὕτως ἐξῆλθον. [2.3.7] Λύσανδρος δὲ τοῖς ἀρχαίοις πολίταις
παραδοὺς τὴν πόλιν καὶ τὰ ἐνόντα πάντα καὶ δέκα ἄρχον-
τας καταστήσας φρουρεῖν ἀφῆκε τὸ τῶν συμμάχων ναυτικὸν
κατὰ πόλεις, [2.3.8] ταῖς δὲ Λακωνικαῖς ναυσὶν ἀπέπλευσεν εἰς
Λακεδαίμονα, ἀπάγων τά τε τῶν αἰχμαλώτων νεῶν ἀκρω-
τήρια καὶ τὰς ἐκ Πειραιῶς τριήρεις πλὴν δώδεκα καὶ στεφά-
νους, οὓς παρὰ τῶν πόλεων ἐλάμβανε δῶρα ἰδίᾳ, καὶ ἀργυ-
ρίου τετρακόσια καὶ ἑβδομήκοντα τάλαντα, ἃ περιεγένοντο
τῶν φόρων, οὓς αὐτῷ Κῦρος παρέδειξεν εἰς τὸν πόλεμον,
καὶ εἴ τι ἄλλο ἐκτήσατο ἐν τῷ πολέμῳ. [2.3.9] ταῦτα δὲ πάντα
Λακεδαιμονίοις ἀπέδωκε τελευτῶντος τοῦ θέρους [εἰς ὃ ἑξά-
μηνος καὶ ὀκτὼ καὶ εἴκοσιν ἔτη τῷ πολέμῳ ἐτελεύτα, ἐν οἷς
ἔφοροι οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο, Αἰνησίας πρῶτος, ἐφ’
οὗ ἤρξατο ὁ πόλεμος, πέμπτῳ καὶ δεκάτῳ ἔτει τῶν μετ’
Εὐβοίας ἅλωσιν τριακονταετίδων σπονδῶν, μετὰ δὲ τοῦτον
οἵδε· [2.3.10] Βρασίδας, Ἰσάνωρ, Σωστρατίδας, Ἔξαρχος, Ἀγησί-
στρατος, Ἀγγενίδας, Ὀνομακλῆς, Ζεύξιππος, Πιτύας, Πλει-
στόλας, Κλεινόμαχος, Ἴλαρχος, Λέων, Χαιρίλας, Πατησιάδας,
Κλεοσθένης, Λυκάριος, Ἐπήρατος, Ὀνομάντιος, Ἀλεξιππί-
δας, Μισγολαΐδας, Ἰσίας, Ἄρακος, Εὐάρχιππος, Παντακλῆς,
Πιτύας, Ἀρχύτας, Εὔδιος, ἐφ’ οὗ Λύσανδρος πράξας τὰ
εἰρημένα οἴκαδε κατέπλευσεν].

    [2.3.11] Οἱ δὲ τριάκοντα ᾑρέθησαν μὲν ἐπεὶ τάχιστα τὰ μακρὰ
τείχη καὶ τὰ περὶ τὸν Πειραιᾶ καθῃρέθη· αἱρεθέντες δὲ ἐφ’
ᾧτε συγγράψαι νόμους, καθ’ οὕστινας πολιτεύσοιντο, τού-
τους μὲν ἀεὶ ἔμελλον συγγράφειν τε καὶ ἀποδεικνύναι, βου-
λὴν δὲ καὶ τὰς ἄλλας ἀρχὰς κατέστησαν ὡς ἐδόκει αὐτοῖς.
[2.3.12] ἔπειτα πρῶτον μὲν οὓς πάντες ᾔδεσαν ἐν τῇ δημοκρατίᾳ ἀπὸ
συκοφαντίας ζῶντας καὶ τοῖς καλοῖς κἀγαθοῖς βαρεῖς ὄντας,
συλλαμβάνοντες ὑπῆγον θανάτου· καὶ ἥ τε βουλὴ ἡδέως
αὐτῶν κατεψηφίζετο οἵ τε ἄλλοι ὅσοι συνῄδεσαν ἑαυτοῖς μὴ
ὄντες τοιοῦτοι οὐδὲν ἤχθοντο. [2.3.13] ἐπεὶ δὲ ἤρξαντο βουλεύεσθαι
ὅπως ἂν ἐξείη αὐτοῖς τῇ πόλει χρῆσθαι ὅπως βούλοιντο, ἐκ
τούτου πρῶτον μὲν πέμψαντες εἰς Λακεδαίμονα Αἰσχίνην τε
καὶ Ἀριστοτέλην ἔπεισαν Λύσανδρον φρουροὺς σφίσι συμ-
πρᾶξαι ἐλθεῖν, ἕως δὴ τοὺς πονηροὺς ἐκποδὼν ποιησάμενοι
καταστήσαιντο τὴν πολιτείαν· θρέψειν δὲ αὐτοὶ ὑπισχνοῦντο.
[2.3.14] ὁ δὲ πεισθεὶς τούς τε φρουροὺς καὶ Καλλίβιον ἁρμοστὴν
συνέπραξεν αὐτοῖς πεμφθῆναι. οἱ δ’ ἐπεὶ τὴν φρουρὰν
ἔλαβον, τὸν μὲν Καλλίβιον ἐθεράπευον πάσῃ θεραπείᾳ, ὡς
πάντα ἐπαινοίη ἃ πράττοιεν, τῶν δὲ φρουρῶν τούτου συμ-
πέμποντος αὐτοῖς οὓς ἐβούλοντο συνελάμβανον οὐκέτι τοὺς
πονηρούς τε καὶ ὀλίγου ἀξίους, ἀλλ’ ἤδη οὓς ἐνόμιζον
ἥκιστα μὲν παρωθουμένους ἀνέχεσθαι, ἀντιπράττειν δέ τι
ἐπιχειροῦντας πλείστους ἂν τοὺς συνεθέλοντας λαμβάνειν.
[2.3.15] τῷ μὲν οὖν πρώτῳ χρόνῳ ὁ Κριτίας τῷ Θηραμένει ὁμογνώ-
μων τε καὶ φίλος ἦν· ἐπεὶ δὲ αὐτὸς μὲν προπετὴς ἦν ἐπὶ τὸ
πολλοὺς ἀποκτείνειν, ἅτε καὶ φυγὼν ὑπὸ τοῦ δήμου, ὁ δὲ
Θηραμένης ἀντέκοπτε, λέγων ὅτι οὐκ εἰκὸς εἴη θανατοῦν, εἴ
τις ἐτιμᾶτο ὑπὸ τοῦ δήμου, τοὺς δὲ καλοὺς κἀγαθοὺς μηδὲν
κακὸν εἰργάζετο, ἐπεὶ καὶ ἐγώ, ἔφη, καὶ σὺ πολλὰ δὴ τοῦ
ἀρέσκειν ἕνεκα τῇ πόλει καὶ εἴπομεν καὶ ἐπράξαμεν· [2.3.16] ὁ δέ
(ἔτι γὰρ οἰκείως ἐχρῆτο τῷ Θηραμένει) ἀντέλεγεν ὅτι οὐκ
ἐγχωροίη τοῖς πλεονεκτεῖν βουλομένοις μὴ οὐκ ἐκποδὼν
ποιεῖσθαι τοὺς ἱκανωτάτους διακωλύειν· εἰ δέ, ὅτι τριάκοντά
ἐσμεν καὶ οὐχ εἷς, ἧττόν τι οἴει ὥσπερ τυραννίδος ταύτης
τῆς ἀρχῆς χρῆναι ἐπιμελεῖσθαι, εὐήθης εἶ.