Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΑΠΟΜΝΗΜΟΝΕΥΜΑΤΑ

ΞΕΝ Απομν 4.8.2–4.8.4

Ο Σωκράτης απέναντι στον θάνατο
Φτάνοντας στο τελευταίο κεφάλαιο του έργου, διαβάζουμε για την αξιοπρέπεια με την οποία απολογήθηκε και αντιμετώπισε τη θανατική του καταδίκη ο Σωκράτης. Χαρακτηριστικός είναι και ο διάλογός του με τον Ερμογένη, απόσπασμα του οποίου παρατίθεται παρακάτω.

[4.8.2] ὁμολογεῖται γὰρ οὐδένα πω τῶν μνη-
μονευομένων ἀνθρώπων κάλλιον θάνατον ἐνεγκεῖν. ἀνάγκη
μὲν γὰρ ἐγένετο αὐτῷ μετὰ τὴν κρίσιν τριάκοντα ἡμέρας
βιῶναι διὰ τὸ Δήλια μὲν ἐκείνου τοῦ μηνὸς εἶναι, τὸν δὲ
νόμον μηδένα ἐᾶν δημοσίᾳ ἀποθνῄσκειν ἕως ἂν ἡ θεωρία ἐκ
Δήλου ἐπανέλθῃ, καὶ τὸν χρόνον τοῦτον ἅπασι τοῖς συνή-
θεσι φανερὸς ἐγένετο οὐδὲν ἀλλοιότερον διαβιοὺς ἢ τὸν
ἔμπροσθεν χρόνον· καίτοι τὸν ἔμπροσθέν γε πάντων ἀνθρώ-
πων μάλιστα ἐθαυμάζετο ἐπὶ τῷ εὐθύμως τε καὶ εὐκόλως
ζῆν. [4.8.3] καὶ πῶς ἄν τις κάλλιον ἢ οὕτως ἀποθάνοι; ἢ ποῖος
ἂν εἴη θάνατος καλλίων ἢ ὃν κάλλιστά τις ἀποθάνοι; ποῖος
δ’ ἂν γένοιτο θάνατος εὐδαιμονέστερος τοῦ καλλίστου; ἢ
ποῖος θεοφιλέστερος τοῦ εὐδαιμονεστάτου; [4.8.4] λέξω δὲ καὶ ἃ
Ἑρμογένους τοῦ Ἱππονίκου ἤκουσα περὶ αὐτοῦ. ἔφη γάρ,
ἤδη Μελήτου γεγραμμένου αὐτὸν τὴν γραφήν, αὐτὸς ἀκούων
αὐτοῦ πάντα μᾶλλον ἢ περὶ τῆς δίκης διαλεγομένου λέγειν
αὐτῷ ὡς χρὴ σκοπεῖν ὅ τι ἀπολογήσεται. τὸν δὲ τὸ μὲν
πρῶτον εἰπεῖν· Οὐ γὰρ δοκῶ σοι τοῦτο μελετῶν διαβεβιω-
κέναι; ἐπεὶ δὲ αὐτὸν ἤρετο ὅπως, εἰπεῖν αὐτὸν ὅτι οὐδὲν
ἄλλο ποιῶν διαγεγένηται ἢ διασκοπῶν μὲν τά τε δίκαια καὶ
τὰ ἄδικα, πράττων δὲ τὰ δίκαια καὶ τῶν ἀδίκων ἀπεχόμενος,
ἥνπερ νομίζοι καλλίστην μελέτην ἀπολογίας εἶναι.