Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΑΠΟΜΝΗΜΟΝΕΥΜΑΤΑ

ΞΕΝ Απομν 4.7.5–4.7.7

Περιττές και, ενδεχομένως, επικίνδυνες αστρονομικές γνώσεις
Στο έκτο κεφάλαιο του τέταρτου βιβλίου δόθηκαν δείγματα της διαλεκτικής μεθόδου του Σωκράτη, ενώ στο έβδομο καθορίζονται το εύρος και η ποσότητα των γνώσεων που όφειλε να κατέχει ένας μορφωμένος. Στο ακόλουθο απόσπασμα εκτίθενται οι αστρονομικές γνώσεις που δεν αποδεχόταν ο φιλόσοφος.

[4.7.5] τὸ δὲ μέχρι τούτου ἀστρονομίαν
μανθάνειν, μέχρι τοῦ καὶ τὰ μὴ ἐν τῇ αὐτῇ περιφορᾷ ὄντα,
καὶ τοὺς πλάνητάς τε καὶ ἀσταθμήτους ἀστέρας γνῶναι, καὶ
τὰς ἀποστάσεις αὐτῶν ἀπὸ τῆς γῆς καὶ τὰς περιόδους καὶ
τὰς αἰτίας αὐτῶν ζητοῦντας κατατρίβεσθαι, ἰσχυρῶς ἀπέ-
τρεπεν. ὠφέλειαν μὲν γὰρ οὐδεμίαν οὐδ’ ἐν τούτοις ἔφη
ὁρᾶν· καίτοι οὐδὲ τούτων γε ἀνήκοος ἦν· ἔφη δὲ καὶ ταῦτα
ἱκανὰ εἶναι κατατρίβειν ἀνθρώπου βίον καὶ πολλῶν καὶ
ὠφελίμων ἀποκωλύειν. [4.7.6] ὅλως δὲ τῶν οὐρανίων, ᾗ ἕκαστα ὁ
θεὸς μηχανᾶται, φροντιστὴν γίγνεσθαι ἀπέτρεπεν· οὔτε γὰρ
εὑρετὰ ἀνθρώποις αὐτὰ ἐνόμιζεν εἶναι οὔτε χαρίζεσθαι θεοῖς
ἂν ἡγεῖτο τὸν ζητοῦντα ἃ ἐκεῖνοι σαφηνίσαι οὐκ ἐβουλή-
θησαν. κινδυνεῦσαι δ’ ἂν ἔφη καὶ παραφρονῆσαι τὸν ταῦτα
μεριμνῶντα οὐδὲν ἧττον ἢ Ἀναξαγόρας παρεφρόνησεν ὁ
μέγιστον φρονήσας ἐπὶ τῷ τὰς τῶν θεῶν μηχανὰς ἐξηγεῖ-
σθαι. [4.7.7] ἐκεῖνος γὰρ λέγων μὲν τὸ αὐτὸ εἶναι πῦρ τε καὶ
ἥλιον ἠγνόει ὅτι τὸ μὲν πῦρ οἱ ἄνθρωποι ῥᾳδίως καθορῶσιν,
εἰς δὲ τὸν ἥλιον οὐ δύνανται ἀντιβλέπειν, καὶ ὑπὸ μὲν τοῦ
ἡλίου καταλαμπόμενοι τὰ χρώματα μελάντερα ἔχουσιν, ὑπὸ
δὲ τοῦ πυρὸς οὔ· ἠγνόει δὲ καὶ ὅτι τῶν ἐκ τῆς γῆς φυομένων
ἄνευ μὲν ἡλίου αὐγῆς οὐδὲν δύναται καλῶς αὔξεσθαι, ὑπὸ
δὲ τοῦ πυρὸς θερμαινόμενα πάντα ἀπόλλυται· φάσκων δὲ
τὸν ἥλιον λίθον διάπυρον εἶναι καὶ τοῦτο ἠγνόει, ὅτι λίθος
μὲν ἐν πυρὶ ὢν οὔτε λάμπει οὔτε πολὺν χρόνον ἀντέχει, ὁ
δὲ ἥλιος πάντα τὸν χρόνον πάντων λαμπρότατος ὢν διαμένει.