Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΑΠΟΜΝΗΜΟΝΕΥΜΑΤΑ

ΞΕΝ Απομν 4.3.13–4.3.14

Τα έργα των θεών αποτελούν απόδειξη της ύπαρξής τους
Κατά τον Ξενοφώντα, ο Σωκράτης θεωρούσε θεμελιώδη την κατάκτηση της σωφροσύνης και προσπαθούσε να καταστήσει τους μαθητές του ευσεβείς και σώφρονες απέναντι στους θεούς. Από τη σχετική συζήτηση του φιλοσόφου με τον νεαρό μαθητή του, τον Ευθύδημο, παρατίθενται οι παρακάτω επισημάνσεις και παραινέσεις του Σωκράτη.

[4.3.13] Ὅτι δέ γε
ἀληθῆ λέγω, καὶ σὺ γνώσῃ, ἂν μὴ ἀναμένῃς ἕως ἂν τὰς
μορφὰς τῶν θεῶν ἴδῃς, ἀλλ’ ἐξαρκῇ σοι τὰ ἔργα αὐτῶν
ὁρῶντι σέβεσθαι καὶ τιμᾶν τοὺς θεούς. ἐννόει δὲ ὅτι καὶ
αὐτοὶ οἱ θεοὶ οὕτως ὑποδεικνύουσιν· οἵ τε γὰρ ἄλλοι ἡμῖν
τἀγαθὰ διδόντες οὐδὲν τούτων εἰς τὸ ἐμφανὲς ἰόντες διδόασι,
καὶ ὁ τὸν ὅλον κόσμον συντάττων τε καὶ συνέχων, ἐν ᾧ
πάντα καλὰ καὶ ἀγαθά ἐστι, καὶ ἀεὶ μὲν χρωμένοις ἀτριβῆ
τε καὶ ὑγιᾶ καὶ ἀγήρατα παρέχων, θᾶττον δὲ νοήματος
ὑπηρετοῦντα ἀναμαρτήτως, οὗτος τὰ μέγιστα μὲν πράττων
ὁρᾶται, τάδε δὲ οἰκονομῶν ἀόρατος ἡμῖν ἐστιν. [4.3.14] ἐννόει δ’
ὅτι καὶ ὁ πᾶσι φανερὸς δοκῶν εἶναι Ἥλιος οὐκ ἐπιτρέπει
τοῖς ἀνθρώποις ἑαυτὸν ἀκριβῶς ὁρᾶν, ἀλλ’, ἐάν τις αὐτὸν
ἀναιδῶς ἐγχειρῇ θεάσασθαι, τὴν ὄψιν ἀφαιρεῖται. καὶ τοὺς
ὑπηρέτας δὲ τῶν θεῶν εὑρήσεις ἀφανεῖς ὄντας· κεραυνός
τε γὰρ ὅτι μὲν ἄνωθεν ἀφίεται, δῆλον, καὶ ὅτι οἷς ἂν ἐντύχῃ
πάντων κρατεῖ, ὁρᾶται δ’ οὔτ’ ἐπιὼν οὔτ’ ἐγκατασκήψας
οὔτε ἀπιών· καὶ ἄνεμοι αὐτοὶ μὲν οὐχ ὁρῶνται, ἃ δὲ ποιοῦσι
φανερὰ ἡμῖν ἐστι, καὶ προσιόντων αὐτῶν αἰσθανόμεθα.
ἀλλὰ μὴν καὶ ἀνθρώπου γε ψυχή, ἥ, εἴπερ τι καὶ ἄλλο τῶν
ἀνθρωπίνων, τοῦ θείου μετέχει, ὅτι μὲν βασιλεύει ἐν ἡμῖν,
φανερόν, ὁρᾶται δὲ οὐδ’ αὐτή. ἃ χρὴ κατανοοῦντα μὴ
καταφρονεῖν τῶν ἀοράτων, ἀλλ’ ἐκ τῶν γιγνομένων τὴν
δύναμιν αὐτῶν καταμανθάνοντα τιμᾶν τὸ δαιμόνιον.