[2.9.1] Οἶδα δέ ποτε αὐτὸν καὶ Κρίτωνος ἀκούσαντα, ὡς χαλεπὸν
ὁ βίος Ἀθήνησιν εἴη ἀνδρὶ βουλομένῳ τὰ ἑαυτοῦ πράττειν.
Νῦν γάρ, ἔφη, ἐμέ τινες εἰς δίκας ἄγουσιν, οὐχ ὅτι ἀδι-
κοῦνται ὑπ’ ἐμοῦ, ἀλλ’ ὅτι νομίζουσιν ἥδιον ἄν με ἀργύριον
τελέσαι ἢ πράγματα ἔχειν. [2.9.2] καὶ ὁ Σωκράτης, Εἰπέ μοι,
ἔφη, ὦ Κρίτων, κύνας δὲ τρέφεις, ἵνα σοι τοὺς λύκους ἀπὸ
τῶν προβάτων ἀπερύκωσι; Καὶ μάλα, ἔφη· μᾶλλον γάρ
μοι λυσιτελεῖ τρέφειν ἢ μή. Οὐκ ἂν οὖν θρέψαις καὶ
ἄνδρα, ὅστις ἐθέλοι τε καὶ δύναιτο σοῦ ἀπερύκειν τοὺς
ἐπιχειροῦντας ἀδικεῖν σε; [2.9.3] Ἡδέως γ’ ἄν, ἔφη, εἰ μὴ φοβοί-
μην ὅπως μὴ ἐπ’ αὐτόν με τράποιτο. Τί δ’; ἔφη, οὐχ
ὁρᾷς ὅτι πολλῷ ἥδιόν ἐστι χαριζόμενον οἵῳ σοὶ ἀνδρὶ ἢ
ἀπεχθόμενον ὠφελεῖσθαι; εὖ ἴσθι ὅτι εἰσὶν ἐνθάδε τῶν
τοιούτων ἀνδρῶν, οἳ πάνυ ἂν φιλοτιμηθεῖεν φίλῳ σοι
χρῆσθαι.
[2.9.4] Καὶ ἐκ τούτων ἀνευρίσκουσιν Ἀρχέδημον, πάνυ μὲν
ἱκανὸν εἰπεῖν τε καὶ πρᾶξαι, πένητα δέ· οὐ γὰρ ἦν οἷος
ἀπὸ παντὸς κερδαίνειν, ἀλλὰ φιλόχρηστός τε καὶ ἔφη
ῥᾷστον εἶναι ἀπὸ τῶν συκοφαντῶν λαμβάνειν. τούτῳ οὖν
ὁ Κρίτων, ὁπότε συγκομίζοι ἢ σῖτον ἢ ἔλαιον ἢ οἶνον ἢ
ἔρια ἤ τι ἄλλο τῶν ἐν ἀγρῷ γιγνομένων χρησίμων πρὸς
τὸν βίον, ἀφελὼν <ἂν> ἔδωκε· καὶ ὁπότε θύοι, ἐκάλει, καὶ
τὰ τοιαῦτα πάντα ἐπεμελεῖτο. [2.9.5] νομίσας δὲ ὁ Ἀρχέδημος
ἀποστροφήν οἱ τὸν Κρίτωνος οἶκον μάλα περιεῖπεν αὐτόν.
καὶ εὐθὺς †τῶν συκοφαντούντων τὸν Κρίτωνα ἀνευρίσκει
πολλὰ μὲν ἀδικήματα, πολλοὺς δ’ ἐχθρούς· καὶ προσεκαλέ-
σατο εἰς δίκην δημοσίαν, ἐν ᾗ αὐτὸν ἔδει κριθῆναι ὅ τι
δεῖ παθεῖν ἢ ἀποτεῖσαι. [2.9.6] ὁ δὲ συνειδὼς αὑτῷ πολλὰ καὶ
πονηρὰ πάντ’ ἐποίει ὥστε ἀπαλλαγῆναι τοῦ Ἀρχεδήμου.
ὁ δὲ Ἀρχέδημος οὐκ ἀπηλλάττετο, ἕως τόν τε Κρίτωνα
ἀφῆκε καὶ αὐτῷ χρήματα ἔδωκεν. [2.9.7] ἐπεὶ δὲ τοῦτό τε καὶ
ἄλλα τοιαῦτα ὁ Ἀρχέδημος διεπράξατο, ἤδη τότε, ὥσπερ
ὅταν νομεὺς ἀγαθὸν κύνα ἔχῃ καὶ οἱ ἄλλοι νομεῖς βούλονται
πλησίον αὐτοῦ τὰς ἀγέλας ἱστάναι, ἵνα τοῦ κυνὸς ἀπολαύω-
σιν, οὕτω δὴ καὶ Κρίτωνος πολλοὶ τῶν φίλων ἐδέοντο καὶ
σφίσι παρέχειν φύλακα τὸν Ἀρχέδημον. [2.9.8] ὁ δὲ Ἀρχέδημος
τῷ Κρίτωνι ἡδέως ἐχαρίζετο, καὶ οὐχ ὅτι μόνος ὁ Κρίτων
ἐν ἡσυχίᾳ ἦν, ἀλλὰ καὶ οἱ φίλοι αὐτοῦ. εἰ δέ τις αὐτῷ
τούτων οἷς ἀπήχθετο ὀνειδίζοι ὡς ὑπὸ Κρίτωνος ὠφελού-
μενος κολακεύοι αὐτόν, Πότερον οὖν, ἔφη ὁ Ἀρχέδημος,
αἰσχρόν ἐστιν εὐεργετούμενον ὑπὸ χρηστῶν ἀνθρώπων καὶ
ἀντευεργετοῦντα τοὺς μὲν τοιούτους φίλους ποιεῖσθαι, τοῖς
δὲ πονηροῖς διαφέρεσθαι, ἢ τοὺς μὲν καλοὺς κἀγαθοὺς
ἀδικεῖν πειρώμενον ἐχθροὺς ποιεῖσθαι, τοῖς δὲ πονηροῖς
συνεργοῦντα πειρᾶσθαι φίλους ποιεῖσθαι καὶ χρῆσθαι τού-
τοις ἀντ’ ἐκείνων; ἐκ δὲ τούτου εἷς τε τῶν Κρίτωνος
φίλων Ἀρχέδημος ἦν καὶ ὑπὸ τῶν ἄλλων Κρίτωνος φίλων
ἐτιμᾶτο.
|