Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΑΠΟΜΝΗΜΟΝΕΥΜΑΤΑ

ΞΕΝ Απομν 1.5.1–1.5.6

Ο Σωκράτης επαινεί την εγκράτεια
Ο Ξενοφώντας απέδειξε ότι ήταν άδικες οι κατηγορίες περί ασέβειας του Σωκράτη, καθώς με τη διδασκαλία του παρακινούσε τους μαθητές του να σέβονται και να τιμούν τους θεούς. Και συνεχίζει:

    [1.5.1] Εἰ δὲ δὴ καὶ ἐγκράτεια καλόν τε κἀγαθὸν ἀνδρὶ κτῆμά
ἐστιν, ἐπισκεψώμεθα εἴ τι προὐβίβαζε λέγων εἰς ταύτην
τοιάδε· Ὦ ἄνδρες, εἰ πολέμου ἡμῖν γενομένου βουλοίμεθα
ἑλέσθαι ἄνδρα, ὑφ’ οὗ μάλιστ’ ἂν αὐτοὶ μὲν σῳζοίμεθα,
τοὺς δὲ πολεμίους χειροίμεθα, ἆρ’ ὅντινα [ἂν] αἰσθανοίμεθα
ἥττω γαστρὸς ἢ οἴνου ἢ ἀφροδισίων ἢ πόνου ἢ ὕπνου, τοῦ-
τον ἂν αἱροίμεθα; καὶ πῶς ἂν οἰηθείημεν τὸν τοιοῦτον ἢ
ἡμᾶς σῶσαι ἢ τοὺς πολεμίους κρατῆσαι; [1.5.2] εἰ δ’ ἐπὶ τελευτῇ
τοῦ βίου γενόμενοι βουλοίμεθά τῳ ἐπιτρέψαι ἢ παῖδας ἄρρε-
νας παιδεῦσαι ἢ θυγατέρας παρθένους διαφυλάξαι ἢ χρήματα
διασῶσαι, ἆρ’ ἀξιόπιστον εἰς ταῦθ’ ἡγησόμεθα τὸν ἀκρατῆ;
δούλῳ δ’ ἀκρατεῖ ἐπιτρέψαιμεν ἂν ἢ βοσκήματα ἢ ταμιεῖα ἢ
ἔργων ἐπιστασίαν; διάκονον δὲ καὶ ἀγοραστὴν τοιοῦτον
ἐθελήσαιμεν ἂν προῖκα λαβεῖν; [1.5.3] ἀλλὰ μὴν εἴ γε μηδὲ δοῦλον
ἀκρατῆ δεξαίμεθ’ ἄν, πῶς οὐκ ἄξιον αὐτόν γε φυλάξασθαι
τοιοῦτον γενέσθαι; καὶ γὰρ οὐχ ὥσπερ οἱ πλεονέκται τῶν
ἄλλων ἀφαιρούμενοι χρήματα ἑαυτοὺς δοκοῦσι πλουτίζειν,
οὕτως ὁ ἀκρατὴς τοῖς μὲν ἄλλοις βλαβερός, ἑαυτῷ δ’ ὠφέ-
λιμος, ἀλλὰ κακοῦργος μὲν τῶν ἄλλων, ἑαυτοῦ δὲ πολὺ
κακουργότερος, εἴ γε κακουργότατόν ἐστι μὴ μόνον τὸν οἶκον
τὸν ἑαυτοῦ φθείρειν, ἀλλὰ καὶ τὸ σῶμα καὶ τὴν ψυχήν· [1.5.4] ἐν
συνουσίᾳ δὲ τίς ἂν ἡσθείη τῷ τοιούτῳ, ὃν εἰδείη τῷ ὄψῳ τε
καὶ τῷ οἴνῳ χαίροντα μᾶλλον ἢ τοῖς φίλοις καὶ τὰς πόρνας
ἀγαπῶντα μᾶλλον ἢ τοὺς ἑταίρους; ἆρά γε οὐ χρὴ πάντα
ἄνδρα, ἡγησάμενον τὴν ἐγκράτειαν ἀρετῆς εἶναι κρηπῖδα,
ταύτην πρῶτον ἐν τῇ ψυχῇ κατασκευάσασθαι; [1.5.5] τίς γὰρ ἄνευ
ταύτης ἢ μάθοι τι ἂν ἀγαθὸν ἢ μελετήσειεν ἀξιολόγως; ἢ
τίς οὐκ ἂν ταῖς ἡδοναῖς δουλεύων αἰσχρῶς διατεθείη καὶ τὸ
σῶμα καὶ τὴν ψυχήν; ἐμοὶ μὲν δοκεῖ νὴ τὴν Ἥραν ἐλευ-
θέρῳ μὲν ἀνδρὶ εὐκτὸν εἶναι μὴ τυχεῖν δούλου τοιούτου,
δουλεύοντα δὲ ταῖς τοιαύταις ἡδοναῖς ἱκετευτέον τοὺς θεοὺς
δεσποτῶν ἀγαθῶν τυχεῖν· οὕτω γὰρ ἂν μόνως ὁ τοιοῦτος
σωθείη. [1.5.6] τοιαῦτα δὲ λέγων ἔτι ἐγκρατέστερον τοῖς ἔργοις
ἢ τοῖς λόγοις ἑαυτὸν ἐπεδείκνυεν· οὐ γὰρ μόνον τῶν διὰ
τοῦ σώματος ἡδονῶν ἐκράτει, ἀλλὰ καὶ τῆς διὰ τῶν χρημά-
των, νομίζων τὸν παρὰ τοῦ τυχόντος χρήματα λαμβάνοντα
δεσπότην ἑαυτοῦ καθιστάναι καὶ δουλεύειν δουλείαν οὐδεμιᾶς
ἧττον αἰσχράν.