Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΑΡΙΣΤΟΤΕΛΗΣ, ΗΘΙΚΑ ΝΙΚΟΜΑΧΕΙΑ

ΑΡΙΣΤ ΗΝικ 1168a28–1169b2

(ΑΡΙΣΤ ΗΝικ 1168a28–1172a15: Απορίες σχετικά με τη φιλία) Πρέπει κανείς να αγαπά τον εαυτό του περισσότερο από τους άλλους;
Λίγο πριν ολοκληρώσει το Ι´ βιβλίο και την πραγμάτευσή του σχετικά με τη φιλία (βλ. σχετικά και ΑΡΙΣΤ ΗΝικ 1155a3–1156a5), ο Αριστοτέλης εξετάζει κάποιες ακόμη πτυχές του θέματος, απαντώντας σε ορισμένες καίριες απορίες που θα μπορούσαν να τεθούν.

    Ἀπορεῖται δὲ καὶ πότερον δεῖ φιλεῖν ἑαυτὸν μάλιστα
ἢ ἄλλον τινά. ἐπιτιμῶσι γὰρ τοῖς ἑαυτοὺς μάλιστ’ ἀγα-
(30) πῶσι, καὶ ὡς ἐν αἰσχρῷ φιλαύτους ἀποκαλοῦσι, δοκεῖ τε
ὁ μὲν φαῦλος ἑαυτοῦ χάριν πάντα πράττειν, καὶ ὅσῳ ἂν
μοχθηρότερος ᾖ, τοσούτῳ μᾶλλον —ἐγκαλοῦσι δὴ αὐτῷ οἷον
ὅτι οὐδὲν ἀφ’ ἑαυτοῦ πράττει— ὁ δ’ ἐπιεικὴς διὰ τὸ καλόν, καὶ
ὅσῳ ἂν βελτίων ᾖ, μᾶλλον διὰ τὸ καλόν, καὶ φίλου ἕνεκα,
(35) τὸ δ’ αὑτοῦ παρίησιν. τοῖς λόγοις δὲ τούτοις τὰ ἔργα δια-
[1168b] φωνεῖ, οὐκ ἀλόγως. φασὶ γὰρ δεῖν φιλεῖν μάλιστα τὸν
μάλιστα φίλον, φίλος δὲ μάλιστα ὁ βουλόμενος ᾧ βούλεται
τἀγαθὰ ἐκείνου ἕνεκα, καὶ εἰ μηδεὶς εἴσεται· ταῦτα δ’
ὑπάρχει μάλιστ’ αὐτῷ πρὸς αὑτόν, καὶ τὰ λοιπὰ δὴ πάνθ’
(5) οἷς ὁ φίλος ὁρίζεται· εἴρηται γὰρ ὅτι ἀπ’ αὐτοῦ πάντα τὰ
φιλικὰ καὶ πρὸς τοὺς ἄλλους διήκει. καὶ αἱ παροιμίαι δὲ
πᾶσαι ὁμογνωμονοῦσιν, οἷον τὸ «μία ψυχή» καὶ «κοινὰ
τὰ φίλων» καὶ «ἰσότης φιλότης» καὶ «γόνυ κνήμης ἔγγιον»·
πάντα γὰρ ταῦτα πρὸς αὑτὸν μάλιστ’ ἂν ὑπάρχοι· μάλιστα
(10) γὰρ φίλος αὑτῷ· καὶ φιλητέον δὴ μάλισθ’ ἑαυτόν. ἀπο-
ρεῖται δὴ εἰκότως ποτέροις χρεὼν ἕπεσθαι, ἀμφοῖν ἐχόντοιν
τὸ πιστόν. ἴσως οὖν τοὺς τοιούτους δεῖ τῶν λόγων διαιρεῖν
καὶ διορίζειν ἐφ’ ὅσον ἑκάτεροι καὶ πῇ ἀληθεύουσιν. εἰ δὴ
λάβοιμεν τὸ φίλαυτον πῶς ἑκάτεροι λέγουσιν, τάχ’ ἂν γένοιτο
(15) δῆλον. οἱ μὲν οὖν εἰς ὄνειδος ἄγοντες αὐτὸ φιλαύτους καλοῦσι
τοὺς ἑαυτοῖς ἀπονέμοντας τὸ πλεῖον ἐν χρήμασι καὶ τιμαῖς
καὶ ἡδοναῖς ταῖς σωματικαῖς· τούτων γὰρ οἱ πολλοὶ ὀρέ-
γονται, καὶ ἐσπουδάκασι περὶ αὐτὰ ὡς ἄριστα ὄντα, διὸ καὶ
περιμάχητά ἐστιν. οἱ δὴ περὶ ταῦτα πλεονέκται χαρίζονται
(20) ταῖς ἐπιθυμίαις καὶ ὅλως τοῖς πάθεσι καὶ τῷ ἀλόγῳ τῆς
ψυχῆς· τοιοῦτοι δ’ εἰσὶν οἱ πολλοί· διὸ καὶ ἡ προσηγορία
γεγένηται ἀπὸ τοῦ πολλοῦ φαύλου ὄντος· δικαίως δὴ τοῖς
οὕτω φιλαύτοις ὀνειδίζεται. ὅτι δὲ τοὺς τὰ τοιαῦθ’ αὑτοῖς
ἀπονέμοντας εἰώθασι λέγειν οἱ πολλοὶ φιλαύτους, οὐκ ἄδη-
(25) λον· εἰ γάρ τις ἀεὶ σπουδάζοι τὰ δίκαια πράττειν αὐτὸς
μάλιστα πάντων ἢ τὰ σώφρονα ἢ ὁποιαοῦν ἄλλα τῶν κατὰ
τὰς ἀρετάς, καὶ ὅλως ἀεὶ τὸ καλὸν ἑαυτῷ περιποιοῖτο, οὐδεὶς
ἐρεῖ τοῦτον φίλαυτον οὐδὲ ψέξει. δόξειε δ’ ἂν ὁ τοιοῦτος
μᾶλλον εἶναι φίλαυτος· ἀπονέμει γοῦν ἑαυτῷ τὰ κάλλιστα
(30) καὶ μάλιστ’ ἀγαθά, καὶ χαρίζεται ἑαυτοῦ τῷ κυριωτάτῳ,
καὶ πάντα τούτῳ πείθεται· ὥσπερ δὲ καὶ πόλις τὸ κυριώ-
τατον μάλιστ’ εἶναι δοκεῖ καὶ πᾶν ἄλλο σύστημα, οὕτω καὶ
ἄνθρωπος· καὶ φίλαυτος δὴ μάλιστα ὁ τοῦτο ἀγαπῶν καὶ
τούτῳ χαριζόμενος. καὶ ἐγκρατὴς δὲ καὶ ἀκρατὴς λέγεται
(35) τῷ κρατεῖν τὸν νοῦν ἢ μή, ὡς τούτου ἑκάστου ὄντος· καὶ πε-
[1169a] πραγέναι δοκοῦσιν αὐτοὶ καὶ ἑκουσίως τὰ μετὰ λόγου μάλιστα.
ὅτι μὲν οὖν τοῦθ’ ἕκαστός ἐστιν ἢ μάλιστα, οὐκ ἄδηλον, καὶ
ὅτι ὁ ἐπιεικὴς μάλιστα τοῦτ’ ἀγαπᾷ. διὸ φίλαυτος μάλιστ’
ἂν εἴη, καθ’ ἕτερον εἶδος τοῦ ὀνειδιζομένου, καὶ διαφέρων
(5) τοσοῦτον ὅσον τὸ κατὰ λόγον ζῆν τοῦ κατὰ πάθος, καὶ ὀρέ-
γεσθαι ἢ τοῦ καλοῦ ἢ τοῦ δοκοῦντος συμφέρειν. τοὺς μὲν οὖν
περὶ τὰς καλὰς πράξεις διαφερόντως σπουδάζοντας πάντες
ἀποδέχονται καὶ ἐπαινοῦσιν· πάντων δὲ ἁμιλλωμένων πρὸς
τὸ καλὸν καὶ διατεινομένων τὰ κάλλιστα πράττειν κοινῇ τ’
(10) ἂν πάντ’ εἴη τὰ δέοντα καὶ ἰδίᾳ ἑκάστῳ τὰ μέγιστα τῶν
ἀγαθῶν, εἴπερ ἡ ἀρετὴ τοιοῦτόν ἐστιν. ὥστε τὸν μὲν ἀγαθὸν
δεῖ φίλαυτον εἶναι (καὶ γὰρ αὐτὸς ὀνήσεται τὰ καλὰ πράτ-
των καὶ τοὺς ἄλλους ὠφελήσει), τὸν δὲ μοχθηρὸν οὐ δεῖ·
βλάψει γὰρ καὶ ἑαυτὸν καὶ τοὺς πέλας, φαύλοις πάθεσιν
(15) ἑπόμενος. τῷ μοχθηρῷ μὲν οὖν διαφωνεῖ ἃ δεῖ πράττειν
καὶ ἃ πράττει· ὁ δ’ ἐπιεικής, ἃ δεῖ, ταῦτα καὶ πράττει·
πᾶς γὰρ νοῦς αἱρεῖται τὸ βέλτιστον ἑαυτῷ, ὁ δ’ ἐπιεικὴς
πειθαρχεῖ τῷ νῷ. ἀληθὲς δὲ περὶ τοῦ σπουδαίου καὶ τὸ τῶν
φίλων ἕνεκα πολλὰ πράττειν καὶ τῆς πατρίδος, κἂν δέῃ
(20) ὑπεραποθνῄσκειν· προήσεται γὰρ καὶ χρήματα καὶ τιμὰς
καὶ ὅλως τὰ περιμάχητα ἀγαθά, περιποιούμενος ἑαυτῷ τὸ
καλόν· ὀλίγον γὰρ χρόνον ἡσθῆναι σφόδρα μᾶλλον ἕλοιτ’
ἂν ἢ πολὺν ἠρέμα, καὶ βιῶσαι καλῶς ἐνιαυτὸν ἢ πόλλ’ ἔτη
τυχόντως, καὶ μίαν πρᾶξιν καλὴν καὶ μεγάλην ἢ πολλὰς
(25) καὶ μικράς. τοῖς δ’ ὑπεραποθνῄσκουσι τοῦτ’ ἴσως συμβαίνει·
αἱροῦνται δὴ μέγα καλὸν ἑαυτοῖς. καὶ χρήματα προοῖντ’
ἂν ἐφ’ ᾧ πλείονα λήψονται οἱ φίλοι· γίνεται γὰρ τῷ
μὲν φίλῳ χρήματα, αὐτῷ δὲ τὸ καλόν· τὸ δὴ μεῖζον
ἀγαθὸν ἑαυτῷ ἀπονέμει. καὶ περὶ τιμὰς δὲ καὶ ἀρχὰς ὁ
(30) αὐτὸς τρόπος· πάντα γὰρ τῷ φίλῳ ταῦτα προήσεται· κα-
λὸν γὰρ αὐτῷ τοῦτο καὶ ἐπαινετόν. εἰκότως δὴ δοκεῖ σπου-
δαῖος εἶναι, ἀντὶ πάντων αἱρούμενος τὸ καλόν. ἐνδέχεται
δὲ καὶ πράξεις τῷ φίλῳ προΐεσθαι, καὶ εἶναι κάλλιον τοῦ
αὐτὸν πρᾶξαι τὸ αἴτιον τῷ φίλῳ γενέσθαι. ἐν πᾶσι δὴ τοῖς
(35) ἐπαινετοῖς ὁ σπουδαῖος φαίνεται ἑαυτῷ τοῦ καλοῦ πλέον
[1169b] νέμων. οὕτω μὲν οὖν φίλαυτον εἶναι δεῖ, καθάπερ εἴρηται·
ὡς δ’ οἱ πολλοί, οὐ χρή.