Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΑΠΟΜΝΗΜΟΝΕΥΜΑΤΑ

ΞΕΝ Απομν 1.3.1–1.3.4

Ο Σωκράτης και η λατρεία των θεών
Μετά την αναφορά στη δίκη του Σωκράτη και τις παρανοήσεις της φιλοσοφίας του, που οδήγησαν στην καταδίκη του, ο Ξενοφώντας περνά στην εξέταση συγκεκριμένων πτυχών της διδασκαλίας και της δράσης του.

    [1.3.1] Ὡς δὲ δὴ καὶ ὠφελεῖν ἐδόκει μοι τοὺς συνόντας τὰ μὲν
ἔργῳ δεικνύων ἑαυτὸν οἷος ἦν, τὰ δὲ καὶ διαλεγόμενος,
τούτων δὴ γράψω ὁπόσα ἂν διαμνημονεύσω. τὰ μὲν τοίνυν
πρὸς τοὺς θεοὺς φανερὸς ἦν καὶ ποιῶν καὶ λέγων ᾗπερ ἡ
Πυθία ἀποκρίνεται τοῖς ἐρωτῶσι πῶς δεῖ ποιεῖν ἢ περὶ
θυσίας ἢ περὶ προγόνων θεραπείας ἢ περὶ ἄλλου τινὸς τῶν
τοιούτων· ἥ τε γὰρ Πυθία νόμῳ πόλεως ἀναιρεῖ ποιοῦντας
εὐσεβῶς ἂν ποιεῖν, Σωκράτης τε οὕτω καὶ αὐτὸς ἐποίει καὶ
τοῖς ἄλλοις παρῄνει, τοὺς δὲ ἄλλως πως ποιοῦντας περιέρ-
γους καὶ ματαίους ἐνόμιζεν εἶναι. [1.3.2] καὶ ηὔχετο δὲ πρὸς τοὺς
θεοὺς ἁπλῶς τἀγαθὰ διδόναι, ὡς τοὺς θεοὺς κάλλιστα
εἰδότας ὁποῖα ἀγαθά ἐστι· τοὺς δ’ εὐχομένους χρυσίον ἢ
ἀργύριον ἢ τυραννίδα ἢ ἄλλο τι τῶν τοιούτων οὐδὲν διάφορον
ἐνόμιζεν εὔχεσθαι ἢ εἰ κυβείαν ἢ μάχην ἢ ἄλλο τι εὔχοιντο
τῶν φανερῶς ἀδήλων ὅπως ἀποβήσοιτο. [1.3.3] θυσίας δὲ θύων
μικρὰς ἀπὸ μικρῶν οὐδὲν ἡγεῖτο μειοῦσθαι τῶν ἀπὸ πολλῶν
καὶ μεγάλων πολλὰ καὶ μεγάλα θυόντων. οὔτε γὰρ τοῖς
θεοῖς ἔφη καλῶς ἔχειν, εἰ ταῖς μεγάλαις θυσίαις μᾶλλον
ἢ ταῖς μικραῖς ἔχαιρον· πολλάκις γὰρ ἂν αὐτοῖς τὰ παρὰ
τῶν πονηρῶν μᾶλλον ἢ τὰ παρὰ τῶν χρηστῶν εἶναι κεχαρι-
σμένα· οὔτ’ ἂν τοῖς ἀνθρώποις ἄξιον εἶναι ζῆν, εἰ τὰ παρὰ
τῶν πονηρῶν μᾶλλον ἦν κεχαρισμένα τοῖς θεοῖς ἢ τὰ παρὰ
τῶν χρηστῶν· ἀλλ’ ἐνόμιζε τοὺς θεοὺς ταῖς παρὰ τῶν
εὐσεβεστάτων τιμαῖς μάλιστα χαίρειν. ἐπαινέτης δ’ ἦν καὶ
τοῦ ἔπους τούτου·

    Καδδύναμιν δ’ ἔρδειν ἱέρ’ ἀθανάτοισι θεοῖσι,
καὶ πρὸς φίλους δὲ καὶ ξένους καὶ πρὸς τὴν ἄλλην δίαιταν
καλὴν ἔφη παραίνεσιν εἶναι τὴν Καδδύναμιν δ’ ἔρδειν. [1.3.4] εἰ
δέ τι δόξειεν αὐτῷ σημαίνεσθαι παρὰ τῶν θεῶν, ἧττον ἂν
ἐπείσθη παρὰ τὰ σημαινόμενα ποιῆσαι ἢ εἴ τις αὐτὸν ἔπειθεν
ὁδοῦ λαβεῖν ἡγεμόνα τυφλὸν καὶ μὴ εἰδότα τὴν ὁδὸν ἀντὶ
βλέποντος καὶ εἰδότος· καὶ τῶν ἄλλων δὲ μωρίαν κατηγόρει,
οἵτινες παρὰ τὰ ὑπὸ τῶν θεῶν σημαινόμενα ποιοῦσί τι,
φυλαττόμενοι τὴν παρὰ τοῖς ἀνθρώποις ἀδοξίαν· αὐτὸς δὲ
πάντα τἀνθρώπινα ὑπερεώρα πρὸς τὴν παρὰ τῶν θεῶν
συμβουλίαν.