Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΑΠΟΜΝΗΜΟΝΕΥΜΑΤΑ

ΞΕΝ Απομν 1.2.19–1.2.23

Η σημασία της άσκησης της αρετής
Ο ένας από τους κατηγόρους του Σωκράτη είχε ισχυρισθεί ότι η αρνητική κριτική του φιλοσόφου σε θεμελιώδεις πρακτικές της αθηναϊκής δημοκρατίας, όπως η κλήρωση των αρχόντων, υπονόμευε το πολίτευμα και καθιστούσε βίαιους και ανήθικους τους μαθητές του. Τεκμηρίωσε μάλιστα τον ισχυρισμό του, προβάλλοντας τις περιπτώσεις του Κριτία και του Αλκιβιάδη. Ο Ξενοφώντας υποστήριξε ότι οι άνδρες αυτοί επέδειξαν φαύλη συμπεριφορά αφότου σταμάτησαν να συναναστρέφονται τον Σωκράτη, πριν συνεχίσει με το παρακάτω επιχείρημα:

    [1.2.19] Ἴσως οὖν εἴποιεν ἂν πολλοὶ τῶν φασκόντων φιλοσοφεῖν
ὅτι οὐκ ἄν ποτε ὁ δίκαιος ἄδικος γένοιτο, οὐδὲ ὁ σώφρων
ὑβριστής, οὐδὲ ἄλλο οὐδὲν ὧν μάθησίς ἐστιν ὁ μαθὼν ἀν-
επιστήμων ἄν ποτε γένοιτο. ἐγὼ δὲ περὶ τούτων οὐχ οὕτω
γιγνώσκω· ὁρῶ γὰρ ὥσπερ τὰ τοῦ σώματος ἔργα τοὺς μὴ τὰ
σώματα ἀσκοῦντας οὐ δυναμένους ποιεῖν, οὕτω καὶ τὰ τῆς
ψυχῆς ἔργα τοὺς μὴ τὴν ψυχὴν ἀσκοῦντας οὐ δυναμένους·
οὔτε γὰρ ἃ δεῖ πράττειν οὔτε ὧν δεῖ ἀπέχεσθαι δύνανται.
[1.2.20] δι’ ὃ καὶ τοὺς υἱεῖς οἱ πατέρες, κἂν ὦσι σώφρονες, ὅμως
ἀπὸ τῶν πονηρῶν ἀνθρώπων εἴργουσιν, ὡς τὴν μὲν τῶν
χρηστῶν ὁμιλίαν ἄσκησιν οὖσαν τῆς ἀρετῆς, τὴν δὲ τῶν
πονηρῶν κατάλυσιν. μαρτυρεῖ δὲ καὶ τῶν ποιητῶν ὅ τε
λέγων·

    Ἐσθλῶν μὲν γὰρ ἄπ’ ἐσθλὰ διδάξεαι· ἢν δὲ κακοῖσι

        συμμίσγῃς, ἀπολεῖς καὶ τὸν ἐόντα νόον,
καὶ ὁ λέγων·

    Αὐτὰρ ἀνὴρ ἀγαθὸς τοτὲ μὲν κακός, ἄλλοτε δ’ ἐσθλός.
κἀγὼ δὲ μαρτυρῶ τούτοις· [1.2.21] ὁρῶ γὰρ ὥσπερ τῶν ἐν μέτρῳ
πεποιημένων ἐπῶν τοὺς μὴ μελετῶντας ἐπιλανθανομένους,
οὕτω καὶ τῶν διδασκαλικῶν λόγων τοῖς ἀμελοῦσι λήθην
ἐγγιγνομένην. ὅταν δὲ τῶν νουθετικῶν λόγων ἐπιλάθηταί
τις, ἐπιλέλησται καὶ ὧν ἡ ψυχὴ πάσχουσα τῆς σωφροσύνης
ἐπεθύμει· τούτων δ’ ἐπιλαθόμενον οὐδὲν θαυμαστὸν καὶ τῆς
σωφροσύνης ἐπιλαθέσθαι. [1.2.22] ὁρῶ δὲ καὶ τοὺς εἰς φιλοποσίαν
προαχθέντας καὶ τοὺς εἰς ἔρωτας ἐγκυλισθέντας ἧττον δυνα-
μένους τῶν τε δεόντων ἐπιμελεῖσθαι καὶ τῶν μὴ δεόντων
ἀπέχεσθαι. πολλοὶ γὰρ καὶ χρημάτων δυνάμενοι φείδεσθαι,
πρὶν ἐρᾶν, ἐρασθέντες οὐκέτι δύνανται· καὶ τὰ χρήματα
καταναλώσαντες, ὧν πρόσθεν ἀπείχοντο κερδῶν, αἰσχρὰ
νομίζοντες εἶναι, τούτων οὐκ ἀπέχονται. [1.2.23] πῶς οὖν οὐκ ἐν-
δέχεται σωφρονήσαντα πρόσθεν αὖθις μὴ σωφρονεῖν καὶ
δίκαια δυνηθέντα πράττειν αὖθις ἀδυνατεῖν; πάντα μὲν οὖν
ἔμοιγε δοκεῖ τὰ καλὰ καὶ τἀγαθὰ ἀσκητὰ εἶναι, οὐχ ἥκιστα
δὲ σωφροσύνη. ἐν γὰρ τῷ αὐτῷ σώματι συμπεφυτευμέναι
τῇ ψυχῇ αἱ ἡδοναὶ πείθουσιν αὐτὴν μὴ σωφρονεῖν, ἀλλὰ τὴν
ταχίστην ἑαυταῖς τε καὶ τῷ σώματι χαρίζεσθαι.