Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΑΓΗΣΙΛΑΟΣ

ΞΕΝ Αγ 4.1–4.6

Η δικαιοσύνη του Αγησίλαου στις οικονομικές συναλλαγές

    [4.1] Περί γε μὴν τῆς εἰς χρήματα δικαιοσύνης ποῖα ἄν τις
μείζω τεκμήρια ἔχοι τῶνδε; ὑπὸ γὰρ Ἀγησιλάου στέρεσθαι
μὲν οὐδεὶς οὐδὲν πώποτε ἐνεκάλεσεν, εὖ δὲ πεπονθέναι πολ-
λοὶ πολλὰ ὡμολόγουν. ὅτῳ δὲ ἡδὺ τὰ αὑτοῦ διδόναι ἐπ’
ὠφελείᾳ ἀνθρώπων, πῶς <ἂν> οὗτος ἐθέλοι τὰ ἀλλότρια
ἀποστερεῖν ἐφ’ ᾧ κακόδοξος εἶναι; εἰ γὰρ χρημάτων ἐπι-
θυμοίη, πολὺ ἀπραγμονέστερον τὰ αὑτοῦ φυλάττειν ἢ τὰ μὴ
προσήκοντα λαμβάνειν. [4.2] ὃς δὲ δὴ καὶ χάριτας ἀποστερεῖν
μὴ ἐθέλοι, ὧν οὐκ εἰσὶ δίκαι πρὸς τὸν μὴ ἀποδιδόντα, πῶς
ἅ γε καὶ νόμος κωλύει ἐθέλοι ἂν ἀποστερεῖν; Ἀγησίλαος
δὲ οὐ μόνον τὸ μὴ ἀποδιδόναι χάριτας ἄδικον ἔκρινεν, ἀλλὰ
καὶ τὸ μὴ πολὺ μείζους τὸν μείζω δυνάμενον. [4.3] τά γε μὴν
τῆς πόλεως κλέπτειν πῇ ἄν τις αὐτὸν εἰκότως αἰτιάσαιτο,
ὃς καὶ τὰς αὐτῷ χάριτας ὀφειλομένας τῇ πατρίδι καρποῦ-
σθαι παρεδίδου; τὸ δ’, ὁπότε βούλοιτο εὖ ποιεῖν ἢ πόλιν
ἢ φίλους χρήμασι, δύνασθαι παρ’ ἑτέρων λαμβάνοντα ὠφε-
λεῖν, οὐ καὶ τοῦτο μέγα τεκμήριον ἐγκρατείας χρημάτων;
[4.4] εἰ γὰρ ἐπώλει τὰς χάριτας ἢ μισθοῦ εὐεργέτει, οὐδεὶς ἂν
οὐδὲν ὀφείλειν αὐτῷ ἐνόμισεν· ἀλλ’ οἱ προῖκα εὖ πεπον-
θότες, οὗτοι ἀεὶ ἡδέως ὑπηρετοῦσι τῷ εὐεργέτῃ, καὶ διότι
εὖ ἔπαθον καὶ διότι προεπιστεύθησαν ἄξιοι εἶναι παρακατα-
θήκην χάριτος φυλάττειν. [4.5] ὅστις δ’ ᾑρεῖτο καὶ σὺν τῷ
γενναίῳ μειονεκτεῖν ἢ σὺν τῷ ἀδίκῳ πλέον ἔχειν, πῶς
οὗτος οὐκ ἂν πολὺ τὴν αἰσχροκέρδειαν ἀποφεύγοι; ἐκεῖνος
τοίνυν κριθεὶς ὑπὸ τῆς πόλεως ἅπαντα ἔχειν τὰ Ἄγιδος τὰ
ἡμίσεα τοῖς ἀπὸ μητρὸς αὐτῷ ὁμογόνοις μετέδωκεν, ὅτι
πενομένους αὐτοὺς ἑώρα. ὡς δὲ ταῦτα ἀληθῆ πᾶσα μάρτυς
ἡ τῶν Λακεδαιμονίων πόλις. [4.6] διδόντος δ’ αὐτῷ πάμπολλα
δῶρα Τιθραύστου, εἰ ἀπέλθοι ἐκ τῆς χώρας, ἀπεκρίνατο
ὁ Ἀγησίλαος· Ὦ Τιθραύστα, νομίζεται παρ’ ἡμῖν τῷ
ἄρχοντι κάλλιον εἶναι τὴν στρατιὰν ἢ ἑαυτὸν πλουτίζειν,
καὶ παρὰ τῶν πολεμίων λάφυρα μᾶλλον πειρᾶσθαι ἢ δῶρα
λαμβάνειν.