Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΑΓΗΣΙΛΑΟΣ

ΞΕΝ Αγ 3.1–3.5

Η ευσέβεια του Αγησίλαου
Ο Ξενοφώντας ολοκλήρωσε την παρουσίαση του Αγησίλαου ως στρατιωτικού και πολιτικού ηγέτη, εκθέτοντας συνοπτικά τις επιτυχίες του στις εκστρατείες ενάντια στους Αργείους, τους Κορινθίους και τους Ακαρνάνες. Η προσφορά του συνεχίστηκε και μετά την ήττα της Σπάρτης στα Λεύκτρα (371 π.Χ.), ενώ σε προχωρημένη ηλικία εξεστράτευσε στην Αίγυπτο, για να βοηθήσει τον Φαραώ Ταχώ, όταν αυτός ενώθηκε με τους Πέρσες σατράπες εναντίον της περσικής επικυριαρχίας. Ήρθε η ώρα να περάσει στο εγκώμιο των αρετών του (κεφ. 3–10).

    [3.1] Καὶ ταῦτα μὲν δὴ εἴρηται ὅσα τῶν ἐκείνου ἔργων μετὰ
πλείστων μαρτύρων ἐπράχθη. τὰ γὰρ τοιαῦτα οὐ τεκμη-
ρίων προσδεῖται, ἀλλ’ ἀναμνῆσαι μόνον ἀρκεῖ καὶ εὐθὺς
πιστεύεται. νῦν δὲ τὴν ἐν τῇ ψυχῇ αὐτοῦ ἀρετὴν πειρά-
σομαι δηλοῦν, δι’ ἣν ταῦτα ἔπραττε καὶ πάντων τῶν καλῶν
ἤρα καὶ πάντα <τὰ> αἰσχρὰ ἐξεδίωκεν. [3.2] Ἀγησίλαος γὰρ τὰ
μὲν θεῖα οὕτως ἐσέβετο ὡς καὶ οἱ πολέμιοι τοὺς ἐκείνου
ὅρκους καὶ τὰς ἐκείνου σπονδὰς πιστοτέρας ἐνόμιζον ἢ τὴν
ἑαυτῶν φιλίαν· ... μὲν ὤκνουν εἰς ταὐτὸν ἰέναι, Ἀγησι-
λάῳ δὲ αὑτοὺς ἐνεχείριζον. ὅπως δὲ μή τις ἀπιστῇ, καὶ
ὀνομάσαι βούλομαι τοὺς ἐπιφανεστάτους αὐτῶν. [3.3] Σπιθρι-
δάτης μέν γε ὁ Πέρσης εἰδὼς ὅτι Φαρνάβαζος γῆμαι μὲν
τὴν βασιλέως ἔπραττε θυγατέρα, τὴν δ’ αὐτοῦ ἄνευ γάμου
λαβεῖν ἐβούλετο, ὕβριν νομίσας τοῦτο Ἀγησιλάῳ ἑαυτὸν
καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τὴν δύναμιν ἐνεχείρισε.
[3.4] Κότυς δὲ ὁ τῶν Παφλαγόνων ἄρχων βασιλεῖ μὲν οὐχ
ὑπήκουσε δεξιὰν πέμποντι, φοβούμενος μὴ ληφθεὶς ἢ χρή-
ματα πολλὰ ἀποτείσειεν ἢ καὶ ἀποθάνοι, Ἀγησιλάου δὲ καὶ
οὗτος ταῖς σπονδαῖς πιστεύσας εἰς τὸ στρατόπεδόν τε ἦλθε
καὶ συμμαχίαν ποιησάμενος εἵλετο σὺν Ἀγησιλάῳ στρα-
τεύεσθαι, χιλίους μὲν ἱππέας, δισχιλίους δὲ πελτοφόρους
ἔχων. [3.5] ἀφίκετο δὲ καὶ Φαρνάβαζος Ἀγησιλάῳ εἰς λόγους
καὶ διωμολόγησεν, εἰ μὴ αὐτὸς πάσης τῆς στρατιᾶς στρα-
τηγὸς κατασταθείη, ἀποστήσεσθαι βασιλέως· ἢν μέντοι ἐγὼ
γένωμαι στρατηγός, ἔφη, πολεμήσω σοι, ὦ Ἀγησίλαε, ὡς
ἂν ἐγὼ δύνωμαι κράτιστα. καὶ ταῦτα λέγων ἐπίστευε
μηδὲν ἂν παράσπονδον παθεῖν. οὕτω μέγα καὶ καλὸν
κτῆμα τοῖς τε ἄλλοις ἅπασι καὶ ἀνδρὶ δὴ στρατηγῷ τὸ
ὅσιόν τε καὶ πιστὸν εἶναί τε καὶ ὄντα ἐγνῶσθαι. καὶ περὶ
μὲν εὐσεβείας ταῦτα.