[1.36] ἄξιόν γε μὴν καὶ ἐντεῦθεν ὑπερβαλλόντως ἄγασθαι αὐτοῦ,
ὅστις ἄρχων μὲν παμπόλλων ἐν τῇ ἠπείρῳ πόλεων, ἄρχων
δὲ καὶ νήσων, ἐπεὶ καὶ τὸ ναυτικὸν προσῆψεν αὐτῷ ἡ πόλις,
αὐξανόμενος δὲ καὶ εὐκλείᾳ καὶ δυνάμει, παρὸν δ’ αὐτῷ
πολλοῖς καὶ ἀγαθοῖς χρῆσθαι ὅ τι ἐβούλετο, πρὸς δὲ τούτοις
τὸ μέγιστον, ἐπινοῶν καὶ ἐλπίζων καταλύσειν τὴν ἐπὶ τὴν
Ἑλλάδα στρατεύσασαν πρότερον ἀρχήν, ὅμως ὑπ’ οὐδενὸς
τούτων ἐκρατήθη, ἀλλ’ ἐπειδὴ ἦλθεν αὐτῷ ἀπὸ τῶν οἴκοι
τελῶν βοηθεῖν τῇ πατρίδι, ἐπείθετο τῇ πόλει οὐδὲν δια-
φερόντως ἢ εἰ ἐν τῷ ἐφορείῳ ἔτυχεν ἑστηκὼς μόνος παρὰ
τοὺς πέντε, μάλα ἔνδηλον ποιῶν ὡς οὔτε ἂν πᾶσαν τὴν
γῆν δέξαιτο ἀντὶ τῆς πατρίδος οὔτε τοὺς ἐπικτήτους ἀντὶ
τῶν ἀρχαίων φίλων οὔτε αἰσχρὰ καὶ ἀκίνδυνα κέρδη μᾶλλον
ἢ μετὰ κινδύνων τὰ καλὰ καὶ δίκαια. [1.37] ὅσον γε μὴν χρόνον
ἐπὶ τῇ ἀρχῇ ἔμεινε πῶς οὐκ ἀξιεπαίνου βασιλέως καὶ τοῦτ’
ἔργον ἐπεδείξατο, ὅστις παραλαβὼν πάσας πόλεις ἐφ’ ἃς
ἄρξων ἐξέπλευσε στασιαζούσας διὰ τὸ τὰς πολιτείας κινη-
θῆναι, ἐπεὶ Ἀθηναῖοι τῆς ἀρχῆς ἔληξαν, ἐποίησεν ὥστ’
ἄνευ φυγῆς καὶ θανάτων ἕως αὐτὸς παρῆν ὁμονόως πολι-
τευομένας καὶ εὐδαίμονας τὰς πόλεις διατελέσαι; [1.38] τοιγαροῦν
οἱ ἐν τῇ Ἀσίᾳ Ἕλληνες οὐχ ὡς ἄρχοντος μόνον ἀλλὰ καὶ
ὡς πατρὸς καὶ ἑταίρου ἀπιόντος αὐτοῦ ἐλυποῦντο. καὶ τέλος
ἐδήλωσαν ὅτι οὐ πλαστὴν τὴν φιλίαν παρείχοντο. ἐθε-
λούσιοι γοῦν αὐτῷ συνεβοήθησαν τῇ Λακεδαίμονι, καὶ ταῦτα
εἰδότες ὅτι οὐ χείροσιν ἑαυτῶν δεήσοι μάχεσθαι. τῶν μὲν
δὴ ἐν τῇ Ἀσίᾳ πράξεων τοῦτο τέλος ἐγένετο.
|