[1.6] Ὅσα γε μὴν ἐν τῇ βασιλείᾳ διεπράξατο νῦν ἤδη διηγή-
σομαι· ἀπὸ γὰρ τῶν ἔργων καὶ τοὺς τρόπους αὐτοῦ κάλ-
λιστα νομίζω καταδήλους ἔσεσθαι. Ἀγησίλαος τοίνυν ἔτι
μὲν νέος ὢν ἔτυχε τῆς βασιλείας· ἄρτι δὲ ὄντος αὐτοῦ ἐν
τῇ ἀρχῇ, ἐξηγγέλθη βασιλεὺς ὁ Περσῶν ἁθροίζων καὶ
ναυτικὸν καὶ πεζὸν πολὺ στράτευμα ὡς ἐπὶ τοὺς Ἕλληνας·
[1.7] βουλευομένων δὲ περὶ τούτων Λακεδαιμονίων καὶ τῶν συμ-
μάχων, Ἀγησίλαος ὑπέστη, ἐὰν δῶσιν αὐτῷ τριάκοντα μὲν
Σπαρτιατῶν, δισχιλίους δὲ νεοδαμώδεις, εἰς ἑξακισχιλίους
δὲ τὸ σύνταγμα τῶν συμμάχων, διαβήσεσθαι εἰς τὴν Ἀσίαν
καὶ πειράσεσθαι εἰρήνην ποιῆσαι, ἢ ἂν πολεμεῖν βούληται
ὁ βάρβαρος, ἀσχολίαν αὐτῷ παρέξειν στρατεύειν ἐπὶ τοὺς
Ἕλληνας. [1.8] εὐθὺς μὲν οὖν πολλοὶ πάνυ ἠγάσθησαν αὐτὸ
τοῦτο <τὸ> ἐπιθυμῆσαι, ἐπειδὴ ὁ Πέρσης πρόσθεν ἐπὶ τὴν
Ἑλλάδα διέβη, ἀντιδιαβῆναι ἐπ’ αὐτόν, τό τε αἱρεῖσθαι
ἐπιόντα μᾶλλον ἢ ὑπομένοντα μάχεσθαι αὐτῷ, καὶ τὸ
τἀκείνου δαπανῶντα βούλεσθαι μᾶλλον ἢ τὰ τῶν Ἑλλήνων
πολεμεῖν, κάλλιστον δὲ πάντων ἐκρίνετο <τὸ> μὴ περὶ τῆς
Ἑλλάδος ἀλλὰ περὶ τῆς Ἀσίας τὸν ἀγῶνα καθιστάναι.
[1.9] ἐπεί γε μὴν λαβὼν τὸ στράτευμα ἐξέπλευσε, πῶς ἄν τις
σαφέστερον ἐπιδείξειεν ὡς ἐστρατήγησεν ἢ εἰ αὐτὰ διηγή-
σαιτο ἃ ἔπραξεν; [1.10] ἐν τοίνυν τῇ Ἀσίᾳ ἥδε πρώτη πρᾶξις
ἐγένετο. Τισσαφέρνης μὲν ὤμοσεν Ἀγησιλάῳ, εἰ σπεί-
σαιτο ἕως ἔλθοιεν οὓς πέμψειε πρὸς βασιλέα ἀγγέλους,
διαπράξεσθαι αὐτῷ ἀφεθῆναι αὐτονόμους τὰς ἐν τῇ Ἀσίᾳ
πόλεις Ἑλληνίδας, Ἀγησίλαος δὲ ἀντώμοσε σπονδὰς ἄξειν
ἀδόλως, ὁρισάμενος τῆς πράξεως τρεῖς μῆνας. [1.11] ὁ μὲν δὴ
Τισσαφέρνης ἃ ὤμοσεν εὐθὺς ἐψεύσατο· ἀντὶ γὰρ τοῦ
εἰρήνην πράττειν στράτευμα πολὺ παρὰ βασιλέως πρὸς
ᾧ πρόσθεν εἶχε μετεπέμπετο. Ἀγησίλαος δὲ καίπερ αἰσθό-
μενος ταῦτα ὅμως ἐνέμεινε ταῖς σπονδαῖς. [1.12] ἐμοὶ οὖν τοῦτο
πρῶτον καλὸν δοκεῖ διαπράξασθαι, ὅτι Τισσαφέρνην μὲν
ἐμφανίσας ἐπίορκον ἄπιστον πᾶσιν ἐποίησεν, ἑαυτὸν δ’
ἀντεπιδείξας πρῶτον μὲν ὅρκους ἐμπεδοῦντα, ἔπειτα συν-
θήκας μὴ ψευδόμενον, πάντας ἐποίησε καὶ Ἕλληνας καὶ
βαρβάρους θαρροῦντας συντίθεσθαι ἑαυτῷ, εἴ τι βούλοιτο.
[1.13] ἐπεὶ δὲ μέγα φρονήσας ὁ Τισσαφέρνης ἐπὶ τῷ καταβάντι
στρατεύματι προεῖπεν Ἀγησιλάῳ πόλεμον, εἰ μὴ ἀπίοι ἐκ
τῆς Ἀσίας, οἱ μὲν ἄλλοι σύμμαχοι καὶ Λακεδαιμονίων οἱ
παρόντες μάλα ἀχθεσθέντες φανεροὶ ἐγένοντο, νομίζοντες
μείονα τὴν παροῦσαν δύναμιν Ἀγησιλάῳ τῆς βασιλέως
παρασκευῆς εἶναι· Ἀγησίλαος δὲ μάλα φαιδρῷ τῷ προσώπῳ
ἀπαγγεῖλαι τῷ Τισσαφέρνει τοὺς πρέσβεις ἐκέλευσεν ὡς
πολλὴν χάριν αὐτῷ ἔχοι ὅτι ἐπιορκήσας αὐτὸς μὲν πολε-
μίους τοὺς θεοὺς ἐκτήσατο, τοῖς δ’ Ἕλλησι συμμάχους
ἐποίησεν. [1.14] ἐκ δὲ τούτου εὐθὺς τοῖς μὲν στρατιώταις παρήγ-
γειλε συσκευάζεσθαι ὡς εἰς στρατείαν· ταῖς δὲ πόλεσιν εἰς
ἃς ἀνάγκη ἦν ἀφικνεῖσθαι στρατευομένῳ ἐπὶ Καρίαν προεῖπεν
ἀγορὰν παρασκευάζειν. ἐπέστειλε δὲ καὶ Ἴωσι καὶ Αἰολεῦσι
καὶ Ἑλλησποντίοις πέμπειν πρὸς αὑτὸν εἰς Ἔφεσον τοὺς
συστρατευσομένους. [1.15] ὁ μὲν οὖν Τισσαφέρνης, καὶ ὅτι
ἱππικὸν οὐκ εἶχεν ὁ Ἀγησίλαος, ἡ δὲ Καρία ἄφιππος ἦν,
καὶ ὅτι ἡγεῖτο αὐτὸν ὀργίζεσθαι αὐτῷ διὰ τὴν ἀπάτην, τῷ
ὄντι νομίσας ἐπὶ τὸν αὐτοῦ οἶκον εἰς Καρίαν ὁρμήσειν αὐτόν,
τὸ μὲν πεζὸν ἅπαν διεβίβασεν ἐκεῖσε, τὸ δὲ ἱππικὸν εἰς τὸ
Μαιάνδρου πεδίον περιήγαγε, νομίζων ἱκανὸς εἶναι κατα-
πατῆσαι τῇ ἵππῳ τοὺς Ἕλληνας πρὶν εἰς τὰ δύσιππα ἀφ-
ικέσθαι. [1.16] ὁ δὲ Ἀγησίλαος ἀντὶ τοῦ ἐπὶ Καρίαν ἰέναι εὐθὺς
ἀντιστρέψας ἐπὶ Φρυγίας ἐπορεύετο· καὶ τάς τε ἐν τῇ πορείᾳ
ἀπαντώσας δυνάμεις ἀναλαμβάνων ἦγε καὶ τὰς πόλεις κατε-
στρέφετο καὶ ἐμβαλὼν ἀπροσδοκήτως παμπληθῆ χρήματα
[1.17] ἔλαβε. στρατηγικὸν οὖν καὶ τοῦτο ἐδόκει διαπράξασθαι,
ὅτι ἐπεὶ πόλεμος προερρήθη καὶ τὸ ἐξαπατᾶν ὅσιόν τε καὶ
δίκαιον ἐξ ἐκείνου ἐγένετο, παῖδα ἀπέδειξε τὸν Τισσαφέρνην
τῇ ἀπάτῃ, φρονίμως δὲ καὶ τοὺς φίλους ἐνταῦθα ἔδοξε
[1.18] πλουτίσαι· ἐπεὶ γὰρ διὰ τὸ πολλὰ χρήματα εἰλῆφθαι ἀντί-
προικα τὰ πάντα ἐπωλεῖτο, τοῖς μὲν φίλοις προεῖπεν ὠνεῖ-
σθαι, εἰπὼν ὅτι καταβήσοιτο ἐπὶ θάλατταν ἐν τάχει τὸ
στράτευμα κατάγων· τοὺς δὲ λαφυροπώλας ἐκέλευσε γρα-
φομένους ὁπόσου τι πρίαιντο προΐεσθαι τὰ χρήματα. ὥστε
οὐδὲν προτελέσαντες οἱ φίλοι αὐτοῦ οὐδὲ τὸ δημόσιον βλά-
[1.19] ψαντες πάντες παμπληθῆ χρήματα ἔλαβον. ἔτι δὲ ὁπότε
αὐτόμολοι ὡς εἰκὸς πρὸς βασιλέα ἰόντα χρήματα ἐθέλοιεν
ὑφηγεῖσθαι, καὶ ταῦτα ἐπεμέλετο ὡς διὰ τῶν φίλων ἁλί-
σκοιτο, ὅπως ἅμα μὲν χρηματίζοιντο, ἅμα δὲ ἐνδοξότεροι
γίγνοιντο. διὰ μὲν δὴ ταῦτα εὐθὺς πολλοὺς ἐραστὰς τῆς
αὑτοῦ φιλίας ἐποιήσατο. [1.20] γιγνώσκων δ’ ὅτι ἡ μὲν πορθου-
μένη καὶ ἐρημουμένη χώρα οὐκ ἂν δύναιτο πολὺν χρόνον
στράτευμα φέρειν, ἡ δ’ οἰκουμένη μὲν σπειρομένη δὲ ἀέναον
ἂν τὴν τροφὴν παρέχοι, ἐπεμέλετο οὐ μόνον τοῦ βίᾳ χει-
ροῦσθαι τοὺς ἐναντίους, ἀλλὰ καὶ τοῦ πρᾳότητι προσάγεσθαι.
[1.21] καὶ πολλάκις μὲν προηγόρευε τοῖς στρατιώταις τοὺς ἁλι-
σκομένους μὴ ὡς ἀδίκους τιμωρεῖσθαι, ἀλλ’ ὡς ἀνθρώπους
ὄντας φυλάττειν, πολλάκις δὲ ὁπότε μεταστρατοπεδεύοιτο,
εἰ αἴσθοιτο καταλελειμμένα παιδάρια μικρὰ ἐμπόρων, ἃ
πολλοὶ ἐπώλουν διὰ τὸ νομίζειν μὴ δύνασθαι ἂν φέρειν
αὐτὰ καὶ τρέφειν, ἐπεμέλετο καὶ τούτων ὅπως συγκομίζοιντό
ποι. [1.22] τοῖς δ’ αὖ διὰ γῆρας καταλειπομένοις αἰχμαλώτοις προσ-
έταττεν ἐπιμελεῖσθαι αὐτῶν, ὡς μήτε ὑπὸ κυνῶν μήθ’ ὑπὸ
λύκων διαφθείροιντο. ὥστε οὐ μόνον οἱ πυνθανόμενοι ταῦτα,
ἀλλὰ καὶ αὐτοὶ οἱ ἁλισκόμενοι εὐμενεῖς αὐτῷ ἐγίγνοντο.
ὁπόσας δὲ πόλεις προσαγάγοιτο, ἀφαιρῶν αὐτῶν ὅσα δοῦ-
λοι δεσπόταις ὑπηρετοῦσι προσέταττεν ὅσα ἐλεύθεροι ἄρ-
χουσι πείθονται· καὶ τῶν κατὰ κράτος ἀναλώτων τειχέων
τῇ φιλανθρωπίᾳ ὑπὸ χεῖρα ἐποιεῖτο.
|