[1] Εἰ μὴ συνῄδη, ὦ βουλή, τοῖς κατηγόροις βουλομένοις
ἐκ παντὸς τρόπου κακῶς ἐμὲ ποιεῖν, πολλὴν ἂν αὐτοῖς
χάριν εἶχον ταύτης τῆς κατηγορίας· ἡγοῦμαι γὰρ τοῖς
ἀδίκως διαβεβλημένοις τούτους εἶναι μεγίστων ἀγαθῶν
αἰτίους, οἵτινες ἂν αὐτοὺς ἀναγκάζωσιν εἰς ἔλεγχον τῶν
αὐτοῖς βεβιωμένων καταστῆναι. [2] ἐγὼ γὰρ οὕτω σφόδρα
ἐμαυτῷ πιστεύω, ὥστ’ ἐλπίζω καὶ εἴ τις πρός με τυγχάνει
ἀηδῶς [ἢ κακῶς] διακείμενος, ἐπειδὰν ἐμοῦ λέγοντος ἀκούσῃ
περὶ τῶν πεπραγμένων, μεταμελήσειν αὐτῷ καὶ πολὺ βελ-
τίω με εἰς τὸν λοιπὸν χρόνον ἡγήσεσθαι. [3] ἀξιῶ δέ, ὦ βουλή,
ἐὰν μὲν τοῦτο μόνον ὑμῖν ἐπιδείξω, ὡς εὔνους εἰμὶ τοῖς καθ-
εστηκόσι πράγμασι καὶ ὡς ἠνάγκασμαι τῶν αὐτῶν κινδύνων
μετέχειν ὑμῖν, μηδέν πώ μοι πλέον εἶναι· ἐὰν δὲ φαίνωμαι
<καὶ> περὶ τὰ ἄλλα μετρίως βεβιωκὼς καὶ πολὺ παρὰ τὴν
δόξαν καὶ παρὰ τοὺς λόγους τοὺς τῶν ἐχθρῶν, δέομαι
ὑμῶν ἐμὲ μὲν δοκιμάζειν, τούτους δὲ ἡγεῖσθαι χείρους εἶναι.
πρῶτον δὲ ἀποδείξω ὡς οὐκ ἵππευον οὔτ’ ἐπεδήμουν ἐπὶ
τῶν τριάκοντα, οὐδὲ μετέσχον τῆς τότε πολιτείας.
[4] Ἡμᾶς γὰρ ὁ πατὴρ πρὸ τῆς ἐν Ἑλλησπόντῳ συμφορᾶς
ὡς Σάτυρον τὸν ἐν τῷ Πόντῳ διαιτησομένους ἐξέπεμψε,
καὶ οὔτε τῶν τειχῶν καθαιρουμένων <ἐπεδημοῦμεν>
οὔτε μεθισταμένης τῆς πολιτείας, ἀλλ’ ἤλθομεν πρὶν τοὺς
ἀπὸ Φυλῆς εἰς τὸν Πειραιᾶ κατελθεῖν πρότερον πένθ’ ἡμέ-
ραις. [5] καίτοι οὔτε ἡμᾶς εἰκὸς ἦν εἰς τοιοῦτον καιρὸν ἀφιγ-
μένους ἐπιθυμεῖν μετέχειν τῶν ἀλλοτρίων κινδύνων,
οὔτ’ ἐκεῖνοι φαίνονται τοιαύτην γνώμην ἔχοντες ὥστε καὶ
τοῖς ἀποδημοῦσι καὶ τοῖς μηδὲν ἐξαμαρτάνουσι μεταδι-
δόναι τῆς πολιτείας, ἀλλὰ μᾶλλον ἠτίμαζον καὶ τοὺς συγ-
καταλύσαντας τὸν δῆμον. [6] ἔπειτα δὲ ἐκ μὲν τοῦ σανιδίου
τοὺς ἱππεύσαντας σκοπεῖν εὔηθές ἐστιν. ἐν τούτῳ γὰρ πολλοὶ
μὲν τῶν ὁμολογούντων ἱππεύειν οὐκ ἔνεισιν, ἔνιοι δὲ τῶν
ἀποδημούντων ἐγγεγραμμένοι εἰσίν. ἐκεῖνος δ’ ἐστὶν ἔλεγχος
μέγιστος· ἐπειδὴ γὰρ κατήλθετε, ἐψηφίσασθε τοὺς φυλάρ-
χους ἀπενεγκεῖν τοὺς ἱππεύσαντας, ἵνα τὰς καταστάσεις
ἀναπράξητε παρ’ αὐτῶν. [7] ἐμὲ τοίνυν οὐδεὶς ἂν ἀποδείξειεν
οὔτ’ ἀπενεχθέντα ὑπὸ τῶν φυλάρχων οὔτε παραδοθέντα
τοῖς συνδίκοις οὔτε κατάστασιν καταβαλόντα. καίτοι πᾶσι
ῥᾴδιον τοῦτο γνῶναι, ὅτι ἀναγκαῖον ἦν τοῖς φυλάρχοις, εἰ
μὴ ἀποδείξειαν τοὺς ἔχοντας τὰς καταστάσεις, αὐτοῖς ζη-
μιοῦσθαι. ὥστε πολὺ ἂν δικαιότερον ἐκείνοις τοῖς γράμ-
μασιν ἢ τούτοις πιστεύοιτε· ἐκ μὲν γὰρ τούτων ῥᾴδιον ἦν
ἐξαλειφθῆναι τῷ βουλομένῳ, ἐν ἐκείνοις δὲ τοὺς ἱππεύ-
σαντας ἀναγκαῖον ἦν ὑπὸ τῶν φυλάρχων ἀπενεχθῆναι. [8] ἔτι
δέ, ὦ βουλή, εἴπερ ἵππευσα, οὐκ ἂν ἦν ἔξαρνος ὡς δεινόν
τι πεποιηκώς, ἀλλ’ ἠξίουν, ἀποδείξας ὡς οὐδεὶς ὑπ’ ἐμοῦ
τῶν πολιτῶν κακῶς πέπονθε, δοκιμάζεσθαι. ὁρῶ δὲ καὶ
ὑμᾶς ταύτῃ τῇ γνώμῃ χρωμένους, καὶ πολλοὺς μὲν τῶν
τότε ἱππευσάντων βουλεύοντας, πολλοὺς δ’ αὐτῶν στρατη-
γοὺς καὶ ἱππάρχους κεχειροτονημένους. ὥστε μηδὲν δι’
ἄλλο με ἡγεῖσθε ταύτην ποιεῖσθαι τὴν ἀπολογίαν, ἢ ὅτι
περιφανῶς ἐτόλμησάν μου καταψεύσασθαι. ἀνάβηθι δέ
μοι καὶ μαρτύρησον.
ΜΑΡΤΥΡΙΑ
[9] Περὶ μὲν τοίνυν αὐτῆς τῆς αἰτίας οὐκ οἶδ’ ὅ τι δεῖ
πλείω λέγειν· δοκεῖ δέ μοι, ὦ βουλή, ἐν μὲν τοῖς ἄλλοις
ἀγῶσι περὶ αὐτῶν μόνων τῶν κατηγορημένων προσήκειν
ἀπολογεῖσθαι, ἐν δὲ ταῖς δοκιμασίαις δίκαιον εἶναι παντὸς
τοῦ βίου λόγον διδόναι. δέομαι οὖν ὑμῶν μετ’ εὐνοίας
ἀκροάσασθαί μου. ποιήσομαι δὲ τὴν ἀπολογίαν ὡς ἂν
δύνωμαι διὰ βραχυτάτων.
[10] Ἐγὼ γὰρ πρῶτον μέν, οὐσίας μοι οὐ πολλῆς καταλει-
φθείσης διὰ τὰς συμφορὰς καὶ τὰς τοῦ πατρὸς καὶ τὰς τῆς
πόλεως, δύο μὲν ἀδελφὰς ἐξέδωκα ἐπιδοὺς τριάκοντα
μνᾶς ἑκατέρᾳ, πρὸς τὸν ἀδελφὸν δ’ οὕτως ἐνειμάμην
ὥστ’ ἐκεῖνον πλέον ὁμολογεῖν ἔχειν ἐμοῦ τῶν πατρῴων,
καὶ πρὸς τοὺς ἄλλους ἅπαντας οὕτως βεβίωκα ὥστε
μηδεπώποτέ μοι μηδὲ πρὸς ἕνα μηδὲν ἔγκλημα γενέσθαι.
[11] καὶ τὰ μὲν ἴδια οὕτως διῴκηκα· περὶ δὲ τῶν κοινῶν μοι
μέγιστον ἡγοῦμαι τεκμήριον εἶναι τῆς ἐμῆς ἐπιεικείας,
ὅτι τῶν νεωτέρων ὅσοι περὶ κύβους ἢ πότους ἢ [περὶ] τὰς
τοιαύτας ἀκολασίας τυγχάνουσι τὰς διατριβὰς ποιούμενοι,
πάντας αὐτοὺς ὄψεσθέ μοι διαφόρους ὄντας, καὶ πλεῖστα
τούτους περὶ ἐμοῦ λογοποιοῦντας καὶ ψευδομένους. καίτοι
δῆλον ὅτι, εἰ τῶν αὐτῶν ἐπεθυμοῦμεν, οὐκ ἂν τοιαύτην
γνώμην εἶχον περὶ ἐμοῦ. [12] ἔτι δ’, ὦ βουλή, οὐδεὶς ἂν ἀποδεῖ-
ξαι περὶ ἐμοῦ δύναιτο οὔτε δίκην αἰσχρὰν οὔτε γραφὴν
οὔτε εἰσαγγελίαν γεγενημένην· καίτοι ἑτέρους ὁρᾶτε πολλά-
κις εἰς τοιούτους ἀγῶνας καθεστηκότας. πρὸς τοίνυν τὰς
στρατείας καὶ τοὺς κινδύνους τοὺς πρὸς τοὺς πολεμίους
σκέψασθε οἷον ἐμαυτὸν παρέχω τῇ πόλει. [13] πρῶτον μὲν γάρ,
ὅτε τὴν συμμαχίαν ἐποιήσασθε πρὸς [τοὺς] Βοιωτοὺς καὶ εἰς
Ἁλίαρτον ἔδει βοηθεῖν, ὑπὸ Ὀρθοβούλου κατειλεγμένος ἱπ-
πεύειν, ἐπειδὴ πάντας ἑώρων τοῖς μὲν ἱππεύουσιν ἀσφάλειαν
εἶναι δεῖν νομίζοντας, τοῖς δ’ ὁπλίταις κίνδυνον ἡγουμένους,
ἑτέρων ἀναβάντων ἐπὶ τοὺς ἵππους ἀδοκιμάστων παρὰ τὸν
νόμον ἐγὼ προσελθὼν ἔφην τῷ Ὀρθοβούλῳ ἐξαλεῖψαί με
ἐκ τοῦ καταλόγου, ἡγούμενος αἰσχρὸν εἶναι τοῦ πλήθους
μέλλοντος κινδυνεύειν ἄδειαν ἐμαυτῷ παρασκευάσαντα
στρατεύεσθαι. καί μοι ἀνάβηθι, Ὀρθόβουλε.
ΜΑΡΤΥΡΙΑ
[14] Συλλεγέντων τοίνυν τῶν δημοτῶν πρὸ τῆς ἐξόδου,
εἰδὼς αὐτῶν ἐνίους πολίτας μὲν χρηστοὺς ὄντας καὶ προ-
θύμους, ἐφοδίων δὲ ἀποροῦντας, εἶπον ὅτι χρὴ τοὺς ἔχοντας
παρέχειν τὰ ἐπιτήδεια τοῖς ἀπόρως διακειμένοις. καὶ οὐ
μόνον τοῦτο συνεβούλευον τοῖς ἄλλοις, ἀλλὰ καὶ αὐτὸς
ἔδωκα δυοῖν ἀνδροῖν τριάκοντα δραχμὰς ἑκατέρῳ, οὐχ ὡς
πολλὰ κεκτημένος, ἀλλ’ ἵνα παράδειγμα τοῦτο τοῖς ἄλλοις
γένηται. καί μοι ἀνάβητε.
ΜΑΡΤΥΡΕΣ
[15] Μετὰ ταῦτα τοίνυν, ὦ βουλή, εἰς Κόρινθον ἐξόδου γενο-
μένης καὶ πάντων προειδότων ὅτι δεήσει κινδυνεύειν,
ἑτέρων ἀναδυομένων ἐγὼ διεπραξάμην ὥστε τῆς πρώτης
τεταγμένος μάχεσθαι τοῖς πολεμίοις· καὶ μάλιστα τῆς
ἡμετέρας φυλῆς δυστυχησάσης, καὶ πλείστων ἐναποθανόν-
των ὕστερος ἀνεχώρησα τοῦ σεμνοῦ Στειριῶς τοῦ πᾶσιν
ἀνθρώποις δειλίαν ὠνειδικότος. [16] καὶ οὐ πολλαῖς ἡμέραις
ὕστερον μετὰ ταῦτα ἐν Κορίνθῳ χωρίων ἰσχυρῶν κατειλημ-
μένων, ὥστε τοὺς πολεμίους μὴ δύνασθαι παριέναι, Ἀγη-
σιλάου δ’ εἰς τὴν Βοιωτίαν ἐμβαλόντος ψηφισαμένων τῶν
ἀρχόντων ἀποχωρίσαι τάξεις αἵτινες βοηθήσουσι, φοβου-
μένων ἁπάντων (εἰκότως, ὦ βουλή· δεινὸν γὰρ ἦν
ἀγαπητῶς ὀλίγῳ πρότερον σεσωσμένους ἐφ’ ἕτερον κίν-
δυνον ἰέναι) προσελθὼν ἐγὼ τὸν ταξίαρχον ἐκέλευον ἀκλη-
ρωτὶ τὴν ἡμετέραν τάξιν πέμπειν. [17] ὥστ’ εἴ τινες ὑμῶν ὀργί-
ζονται τοῖς τὰ μὲν τῆς πόλεως ἀξιοῦσι πράττειν, ἐκ δὲ
τῶν κινδύνων ἀποδιδράσκουσιν, οὐκ ἂν δικαίως περὶ ἐμοῦ
τὴν γνώμην ταύτην ἔχοιεν· οὐ γὰρ μόνον τὰ προσταττό-
μενα ἐποίουν προθύμως, ἀλλὰ καὶ κινδυνεύειν ἐτόλμων.
καὶ ταῦτ’ ἐποίουν οὐχ ὡς οὐ δεινὸν ἡγούμενος εἶναι Λακε-
δαιμονίοις μάχεσθαι, ἀλλ’ ἵνα, εἴ ποτε ἀδίκως εἰς κίνδυνον
καθισταίμην, διὰ ταῦτα βελτίων ὑφ’ ὑμῶν νομιζόμενος
ἁπάντων τῶν δικαίων τυγχάνοιμι. καί μοι ἀνάβητε τούτων
μάρτυρες.
ΜΑΡΤΥΡΕΣ
[18] Τῶν τοίνυν ἄλλων στρατειῶν καὶ φρουρῶν οὐδεμιᾶς
ἀπελείφθην πώποτε, ἀλλὰ πάντα τὸν χρόνον διατετέλεκα
μετὰ τῶν πρώτων μὲν τὰς ἐξόδους ποιούμενος, μετὰ τῶν
τελευταίων δὲ ἀναχωρῶν. καίτοι χρὴ τοὺς φιλοτίμως καὶ
κοσμίως πολιτευομένους ἐκ τῶν τοιούτων σκοπεῖν, ἀλλ’ οὐκ
εἴ τις κομᾷ, διὰ τοῦτο μισεῖν· τὰ μὲν γὰρ τοιαῦτα ἐπιτη-
δεύματα οὔτε τοὺς ἰδιώτας οὔτε τὸ κοινὸν τῆς πόλεως
βλάπτει, ἐκ δὲ τῶν κινδυνεύειν ἐθελόντων πρὸς τοὺς πολε-
μίους ἅπαντες ὑμεῖς ὠφελεῖσθε. [19] ὥστε οὐκ ἄξιον ἀπ’ ὄψεως,
ὦ βουλή, οὔτε φιλεῖν οὔτε μισεῖν οὐδένα, ἀλλ’ ἐκ τῶν ἔργων
σκοπεῖν· πολλοὶ μὲν γὰρ μικρὸν διαλεγόμενοι καὶ κο-
σμίως ἀμπεχόμενοι μεγάλων κακῶν αἴτιοι γεγόνασιν, ἕτεροι
δὲ τῶν τοιούτων ἀμελοῦντες πολλὰ κἀγαθὰ ὑμᾶς εἰσιν
εἰργασμένοι.
[20] Ἤδη δέ τινων ᾐσθόμην, ὦ βουλή, καὶ διὰ ταῦτα ἀχθο-
μένων μοι, ὅτι νεώτερος ὢν ἐπεχείρησα λέγειν ἐν τῷ δήμῳ.
ἐγὼ δὲ τὸ μὲν πρῶτον ἠναγκάσθην ὑπὲρ τῶν ἐμαυτοῦ πραγ-
μάτων δημηγορῆσαι, ἔπειτα μέντοι καὶ ἐμαυτῷ δοκῶ φιλο-
τιμότερον διατεθῆναι τοῦ δέοντος, ἅμα μὲν τῶν προγόνων
ἐνθυμούμενος, ὅτι οὐδὲν πέπαυνται τὰ τῆς πόλεως
πράττοντες, [21] ἅμα δὲ ὑμᾶς ὁρῶν (τὰ γὰρ ἀληθῆ χρὴ λέγειν)
τοὺς τοιούτους μόνους <τινὸς> ἀξίους νομίζοντας εἶναι,
ὥστε ὁρῶν ὑμᾶς ταύτην τὴν γνώμην ἔχοντας τίς οὐκ ἂν
ἐπαρθείη πράττειν καὶ λέγειν ὑπὲρ τῆς πόλεως; ἔτι δὲ τί
ἂν τοῖς τοιούτοις ἄχθοισθε; οὐ γὰρ ἕτεροι περὶ αὐτῶν κρι-
ταί εἰσιν, ἀλλ’ ὑμεῖς.
|