Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΛΥΣΙΑΣ, ΠΡΟΣ ΣΙΜΩΝΑ ΑΠΟΛΟΓΙΑ

ΛΥΣ 3.1–4

Προοίμιον: Ο χαρακτήρας καθενός από τους αντιδίκους
Ο Σίμωνας οδήγησε τον ομιλητή στο δικαστήριο του Αρείου Πάγου, με την κατηγορία ότι ο τελευταίος τον είχε τραυματίσει, αποσιωπώντας, ωστόσο, το γεγονός ότι τη συμπλοκή με τον κατηγορούμενο την είχε προκαλέσει ο ίδιος για λόγους ερωτικής αντιζηλίας.

    [1] Πολλὰ καὶ δεινὰ συνειδὼς Σίμωνι, ὦ βουλή, οὐκ ἄν
ποτ’ αὐτὸν εἰς τοσοῦτον τόλμης ἡγησάμην ἀφικέσθαι,
ὥστε ὑπὲρ ὧν αὐτὸν ἔδει δοῦναι δίκην, ὑπὲρ τούτων ὡς
ἀδικούμενον ἔγκλημα ποιήσασθαι καὶ οὕτω μέγαν καὶ σεμ-
νὸν ὅρκον διομοσάμενον εἰς ὑμᾶς ἐλθεῖν. [2] εἰ μὲν οὖν
ἄλλοι τινὲς ἔμελλον περὶ ἐμοῦ διαγνώσεσθαι, σφόδρα
ἂν ἐφοβούμην τὸν κίνδυνον, ὁρῶν ὅτι καὶ παρασκευαὶ
καὶ τύχαι ἐνίοτε τοιαῦται γίγνονται, ὥστε πολλὰ καὶ
παρὰ γνώμην ἀποβαίνειν τοῖς κινδυνεύουσιν. εἰς ὑμᾶς
δ’ εἰσελθὼν ἐλπίζω τῶν δικαίων τεύξεσθαι. [3] μάλιστα
δ’ ἀγανακτῶ, ὦ βουλή, ὅτι περὶ τῶν πραγμάτων εἰπεῖν
ἀναγκασθήσομαι πρὸς ὑμᾶς, ὑπὲρ ὧν ἐγὼ αἰσχυνόμενος,
εἰ μέλλοιεν πολλοί μοι συνείσεσθαι, ἠνεσχόμην ἀδικού-
μενος. ἐπειδὴ δὲ Σίμων με εἰς τοιαύτην ἀνάγκην κατ-
έστησεν, οὐδὲν ἀποκρυψάμενος ἅπαντα διηγήσομαι πρὸς
ὑμᾶς τὰ πεπραγμένα. [4] ἀξιῶ δέ, ὦ βουλή, εἰ μὲν ἀδικῶ,
μηδεμιᾶς συγγνώμης τυγχάνειν· ἐὰν δὲ περὶ τούτων
ἀποδείξω ὡς οὐκ ἔνοχός εἰμι οἷς Σίμων διωμόσατο, ἄλ-
λως δὲ ὑμῖν φαίνωμαι παρὰ τὴν ἡλικίαν τὴν ἐμαυτοῦ
ἀνοητότερον πρὸς τὸ μειράκιον διατεθείς, αἰτοῦμαι ὑμᾶς
μηδέν με χείρω νομίζειν, εἰδότας ὅτι ἐπιθυμῆσαι μὲν ἅπα-
σιν ἀνθρώποις ἔνεστιν, οὗτος δὲ βέλτιστος ἂν εἴη καὶ σω-
φρονέστατος, ὅστις κοσμιώτατα τὰς συμφορὰς φέρειν δύ-
ναται. οἷς ἅπασιν ἐμποδὼν ἐμοὶ γεγένηται Σίμων οὑτοσί,
ὡς ἐγὼ ὑμῖν ἐπιδείξω.