Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΛΥΣΙΑΣ, ΟΛΥΜΠΙΑΚΟΣ

ΛΥΣ 33.1–9

Έπαινος του Ηρακλή, ιδρυτή των Ολυμπιακών αγώνων – Κατάκριση των συγχρόνων του ρήτορα για έλλειψη ομόνοιας
Στα Ολύμπια του 388 π.Χ. διαβάστηκε ο Ολυμπιακός , επιδεικτικός λόγος, το σωζόμενο απόσπασμα του οποίου ακολουθεί. Με αυτόν ο ρήτορας απευθύνει έκκληση για την ένωση όλων των Ελλήνων εναντίον του τυράννου των Συρακουσών Διονυσίου του Α´.

    [1] Ἄλλων τε πολλῶν καὶ καλῶν ἔργων ἕνεκα, ὦ ἄνδρες,
ἄξιον Ἡρακλέους μεμνῆσθαι, καὶ ὅτι τόνδε τὸν ἀγῶνα
πρῶτος συνήγειρε δι’ εὔνοιαν τῆς Ἑλλάδος. ἐν μὲν γὰρ
τῷ τέως χρόνῳ ἀλλοτρίως αἱ πόλεις πρὸς ἀλλήλας διέ-
κειντο· [2] ἐπειδὴ δὲ ἐκεῖνος τοὺς τυράννους ἔπαυσε καὶ τοὺς
ὑβρίζοντας ἐκώλυσεν, ἀγῶνα μὲν σωμάτων ἐποίησε, φιλο-
τιμίαν <δὲ> πλούτου, γνώμης δ’ ἐπίδειξιν ἐν τῷ καλλί-
στῳ τῆς Ἑλλάδος, ἵνα τούτων ἁπάντων ἕνεκα εἰς τὸ αὐτὸ
συνέλθωμεν, τὰ μὲν ὀψόμενοι, τὰ δ’ ἀκουσόμενοι· ἡγήσατο
γὰρ τὸν ἐνθάδε σύλλογον ἀρχὴν γενήσεσθαι τοῖς Ἕλλησι
τῆς πρὸς ἀλλήλους φιλίας. [3] ἐκεῖνος μὲν οὖν ταῦθ’ ὑφηγή-
σατο, ἐγὼ δὲ ἥκω οὐ μικρολογησόμενος οὐδὲ περὶ τῶν
ὀνομάτων μαχούμενος. ἡγοῦμαι γὰρ ταῦτα ἔργα μὲν εἶναι
σοφιστῶν λίαν ἀχρήστων καὶ σφόδρα βίου δεομένων, ἀνδρὸς
δὲ ἀγαθοῦ καὶ πολίτου πολλοῦ ἀξίου περὶ τῶν μεγίστων
συμβουλεύειν, ὁρῶν οὕτως αἰσχρῶς διακειμένην τὴν Ἑλ-
λάδα, καὶ πολλὰ μὲν αὐτῆς ὄντα ὑπὸ τῷ βαρβάρῳ, πολλὰς
δὲ πόλεις ὑπὸ τυράννων ἀναστάτους γεγενημένας. [4] καὶ ταῦτα
εἰ μὲν δι’ ἀσθένειαν ἐπάσχομεν, στέργειν ἂν ἦν ἀνάγκη
τὴν τύχην· ἐπειδὴ δὲ διὰ στάσιν καὶ τὴν πρὸς ἀλλήλους
φιλονικίαν, πῶς οὐκ ἄξιον τῶν μὲν παύσασθαι τὰ δὲ κω-
λῦσαι, εἰδότας ὅτι φιλονικεῖν μέν ἐστιν εὖ πραττόντων,
γνῶναι δὲ τὰ βέλτιστα τῶν οἵων ἡμῶν; [5] ὁρῶμεν γὰρ τοὺς
κινδύνους καὶ μεγάλους καὶ πανταχόθεν περιεστηκότας·
ἐπίστασθε δὲ ὅτι ἡ μὲν ἀρχὴ τῶν κρατούντων τῆς θαλάτ-
της, τῶν δὲ χρημάτων βασιλεὺς ταμίας, τὰ δὲ τῶν Ἑλλή-
νων σώματα τῶν δαπανᾶσθαι δυναμένων, ναῦς δὲ πολλὰς
<μὲν> αὐτὸς κέκτηται, πολλὰς δ’ ὁ τύραννος τῆς Σικε-
λίας. [6] ὥστε ἄξιον τὸν μὲν πρὸς ἀλλήλους πόλεμον κατα-
θέσθαι, τῇ δ’ αὐτῇ γνώμῃ χρωμένους τῆς σωτηρίας ἀντέ-
χεσθαι, καὶ περὶ μὲν τῶν παρεληλυθότων αἰσχύνεσθαι,
περὶ δὲ τῶν μελλόντων ἔσεσθαι δεδιέναι, καὶ πρὸς τοὺς
προγόνους ἁμιλλᾶσθαι, οἳ τοὺς μὲν βαρβάρους ἐποίησαν
τῆς ἀλλοτρίας ἐπιθυμοῦντας τῆς σφετέρας αὐτῶν στερεῖ-
σθαι, τοὺς δὲ τυράννους ἐξελάσαντες κοινὴν ἅπασι τὴν ἐλευ-
θερίαν κατέστησαν. [7] θαυμάζω δὲ Λακεδαιμονίους πάντων
μάλιστα, τίνι ποτὲ γνώμῃ χρώμενοι καομένην τὴν Ἑλλάδα
περιορῶσιν, ἡγεμόνες ὄντες τῶν Ἑλλήνων οὐκ ἀδίκως,
καὶ διὰ τὴν ἔμφυτον ἀρετὴν καὶ διὰ τὴν πρὸς τὸν πόλεμον
ἐπιστήμην, μόνοι δὲ οἰκοῦντες ἀπόρθητοι καὶ ἀτείχιστοι
καὶ ἀστασίαστοι καὶ ἀήττητοι καὶ τρόποις ἀεὶ τοῖς αὐτοῖς
χρώμενοι· ὧν ἕνεκα ἐλπὶς ἀθάνατον τὴν ἐλευθερίαν αὐτοὺς
κεκτῆσθαι, καὶ ἐν τοῖς παρεληλυθόσι κινδύνοις σωτῆρας
γενομένους τῆς Ἑλλάδος περὶ τῶν μελλόντων προορᾶσθαι.
[8] οὐ τοίνυν ὁ ἐπιὼν καιρὸς τοῦ παρόντος βελτίων· οὐ γὰρ
ἀλλοτρίας δεῖ τὰς τῶν ἀπολωλότων συμφορὰς νομίζειν
ἀλλ’ οἰκείας, οὐδ’ ἀναμεῖναι, ἕως ἂν ἐπ’ αὐτοὺς ἡμᾶς αἱ
δυνάμεις ἀμφοτέρων ἔλθωσιν, ἀλλ’ ἕως ἔτι ἔξεστι, τὴν
τούτων ὕβριν κωλῦσαι. [9] τίς γὰρ οὐκ ἂν <ἀγανακτήσει>εν
ὁρῶν ἐν τῷ πρὸς ἀλλήλους πολέμῳ μεγάλους αὐτοὺς γε-
γενημένους; ὧν οὐ μόνον αἰσχρῶν ὄντων ἀλλὰ καὶ δεινῶν,
τοῖς μὲν μεγάλα ἡμαρτηκόσιν ἐξουσία γεγένηται τῶν πε-
πραγμένων, τοῖς δὲ Ἕλλησιν οὐδεμία αὐτῶν τιμωρία ...