[8] Οὗτος γάρ, ὦ βουλή, ὅτε ἡ συμφορὰ τῇ πόλει ἦν (ἧς
ἐγώ, καθ’ ὅσον ἀναγκάζομαι, κατὰ τοσοῦτον μέμνημαι),
ἐκκεκηρυγμένος ἐκ τοῦ ἄστεως ὑπὸ τῶν τριάκοντα μετὰ
τοῦ ἄλλου πλήθους τῶν πολιτῶν τέως μὲν ᾤκει ἐν ἀγρῷ,
ἐπειδὴ δὲ οἱ ἀπὸ Φυλῆς κατῆλθον εἰς τὸν Πειραιᾶ, καὶ
οὐ μόνον οἱ ἐκ τῶν ἀγρῶν ἀλλὰ καὶ οἱ ἐκ τῆς ὑπερορίας
οἱ μὲν εἰς τὸ ἄστυ οἱ δ’ εἰς τὸν Πειραιᾶ συνελέγοντο,
καὶ καθ’ ὅσον ἕκαστος οἷός τ’ ἦν, κατὰ τοσοῦτον ἐβοήθει
τῇ πατρίδι, τὰ ἐναντία ἅπασι τοῖς ἄλλοις πολίταις ἐποίησε·
[9] συσκευασάμενος γὰρ τὰ ἑαυτοῦ ἐνθένδε εἰς τὴν ὑπερορίαν
ἐξῴκησε, καὶ ἐν Ὠρωπῷ μετοίκιον κατατιθεὶς ἐπὶ προστά-
του ᾤκει, βουληθεὶς παρ’ ἐκείνοις μετοικεῖν μᾶλλον ἢ
μεθ’ ἡμῶν πολίτης εἶναι. οὐ τοίνυν οὐδ’ ὥσπερ ἔνιοί τινες
τῶν πολιτῶν μετεβάλοντο, ἐπειδὴ ἑώρων τοὺς ἀπὸ Φυλῆς
ἐν οἷς ἔπραττον εὐτυχοῦντας, οὐδὲ τούτων τι τῶν εὐτυχη-
μάτων ἠξίωσε μετασχεῖν, ἐπὶ κατειργασμένοις μᾶλλον ἐλ-
θεῖν βουλόμενος ἢ συγκατελθεῖν κατεργασάμενός τι τῶν
τῇ κοινῇ πολιτείᾳ συμφερόντων· οὐ γὰρ ἦλθεν εἰς τὸν Πει-
ραιᾶ, οὐδ’ ἔστιν ὅπου ἑαυτὸν ὑμῖν τάξαι παρέσχεν. [10] καίτοιγε
ὅστις εὐτυχοῦντας ὁρῶν ἡμᾶς ἐτόλμα προδιδόναι, τί ποτε
ὡς μὴ ἐβουλόμεθά γε πράττοντας ἐποίησεν ἄν; ὅσοι μὲν
τοίνυν διὰ συμφορὰς ἰδίας οὐ μετέσχον τῶν τότε γενομέ-
νων τῇ πόλει κινδύνων, συγγνώμης τινὸς ἄξιοί εἰσι τυχεῖν·
οὐδενὶ γὰρ οὐδὲν ἑκούσιον δυστύχημα γίγνεται· [11] ὅσοι δὲ
γνώμῃ τοῦτο ἔπραξαν, οὐδεμιᾶς συγγνώμης ἄξιοί εἰσιν· οὐ
γὰρ διὰ δυστυχίαν ἀλλὰ δι’ ἐπιβουλὴν ἐποίησαν αὐτό. κα-
θέστηκε δέ τι ἔθος δίκαιον πᾶσιν ἀνθρώποις τῶν αὐτῶν
ἀδικημάτων μάλιστα ὀργίζεσθαι τοῖς μάλιστα δυναμένοις
μὴ ἀδικεῖν, τοῖς δὲ πένησιν ἢ ἀδυνάτοις τῷ σώματι συγ-
γνώμην ἔχειν διὰ τὸ ἡγεῖσθαι ἄκοντας αὐτοὺς ἁμαρτάνειν.
[12] οὗτος τοίνυν οὐδεμιᾶς συγγνώμης ἄξιός ἐστι τυχεῖν· οὔτε
γὰρ τῷ σώματι ἀδύνατος ἦν ταλαιπωρεῖν, ὡς καὶ ὑμεῖς
ὁρᾶτε, οὔτε τῇ οὐσίᾳ ἄπορος λῃτουργεῖν, ὡς ἐγὼ ἀπο-
δείξω. ὅστις οὖν ὅσον δυνατὸς ἦν ὠφελεῖν, τοσοῦτον κακὸς
ἦν, πῶς οὐκ ἂν εἰκότως ὑπὸ πάντων ὑμῶν μισοῖτο; [13] ἀλλὰ
μὴν οὐδ’ ἀπεχθήσεσθέ γε τῶν πολιτῶν οὐδενὶ τοῦτον ἀπο-
δοκιμάσαντες, <ὃς> οὔ τι τοὺς ἑτέρους ἀλλ’ ἀμφοτέρους
φανερός ἐστι προδούς, ὥστε μήτε τοῖς ἐν τῷ ἄστει γενο-
μένοις φίλον προσήκειν εἶναι τοῦτον (οὐ γὰρ ἠξίωσεν ὡς
αὐτοὺς ἐλθεῖν κινδυνεύοντας), μήτε τοῖς τὸν Πειραιᾶ κατα-
λαβοῦσιν· οὐδὲ γὰρ τούτοις ἠθέλησε συγκατελθεῖν,
καὶ ταῦτα καὶ ἀστὸς γενόμενος. [14] εἰ μέντοι τι μέρος περίε-
στι τῶν πολιτῶν ὅ τι τῶν αὐτῶν μετέσχε τούτῳ πραγμά-
των, μετ’ ἐκείνων, ἐάν ποτε (ὃ μὴ γένοιτο) λάβωσι τὴν
πόλιν, βουλεύειν ἀξιούτω.
Ὡς οὖν ᾤκει τε ἐν Ὠρωπῷ ἐπὶ προστάτου καὶ ἐκέ-
κτητο ἱκανὴν οὐσίαν καὶ οὔτ’ ἐν τῷ Πειραιεῖ οὔτ’ ἐν τῷ
ἄστει ἔθετο τὰ ὅπλα, ἵνα εἰδῆτε ὅτι ταῦτα πρῶτον ἀληθῆ
λέγω, ἀκούσατε τῶν μαρτύρων.
ΜΑΡΤΥΡΕΣ
[15] Ὑπολείπεται τοίνυν αὐτῷ λέγειν ὡς τῷ μὲν σώματι
δι’ ἀσθένειάν τινα γενομένην ἀδύνατος κατέστη βοηθῆσαι
εἰς τὸν Πειραιᾶ, ἀπὸ δὲ τῶν ὑπαρχόντων ἐπαγγειλάμενος
αὐτὸς ἢ χρήματ’ εἰσενεγκεῖν εἰς τὸ πλῆθος τὸ ὑμέτερον ἢ
ὁπλίσαι τινὰς τῶν ἑαυτοῦ δημοτῶν, ὥσπερ καὶ ἄλλοι πολ-
λοὶ τῶν πολιτῶν αὐτοὶ οὐ δυνάμενοι λῃτουργεῖν τοῖς σώ-
μασιν. [16] ἵνα οὖν μὴ ἐγγένηται αὐτῷ ψευσαμένῳ ἐξαπατῆσαι,
καὶ περὶ τούτων ἤδη σαφῶς ὑμῖν ἀποδείξω, ἐπειδὴ ὕστε-
ρον οὐκ ἐξέσται μοι παρελθόντι ἐνθάδ’ ἐλέγχειν αὐτόν.
καί μοι κάλει Διότιμον τὸν Ἀχαρνέα καὶ τοὺς αἱρεθέν-
τας μετ’ αὐτοῦ τοὺς δημότας ὁπλίσαι ἀπὸ τῶν εἰσενεχθέν-
των χρημάτων.
ΜΑΡΤΥΡΙΑ ΤΩΝ ΑΙΡΕΘΕΝΤΩΝ ΜΕΤΑ ΔΙΟΤΙΜΟΥ
[17] Οὗτος τοίνυν οὐχ ὅπως ὠφελήσει τὴν πόλιν ἐν τοιούτῳ
καιρῷ καὶ τοιαύτῃ καταστάσει διενοήθη, ἀλλ’ ὅπως τι
κερδανεῖ ἀπὸ τῶν ὑμετέρων συμφορῶν παρεσκευάσατο· ὁρ-
μώμενος γὰρ ἐξ Ὠρωποῦ, τοτὲ μὲν αὐτὸς μόνος, τοτὲ δ’ ἑτέ-
ροις ἡγούμενος οἷς τὰ ὑμέτερα δυστυχήματα εὐτυχήματα
ἐγεγόνει, [18] περιιὼν κατὰ τοὺς ἀγροὺς καὶ ἐντυγχάνων τῶν
πολιτῶν τοῖς πρεσβυτάτοις, οἳ κατέμειναν ἐν τοῖς δήμοις
ὀλίγα μὲν τῶν ἐπιτηδείων ἔχοντες, ἀναγκαῖα δέ, εὖνοι μὲν
ὄντες τῷ πλήθει, ἀδύνατοι δὲ ὑπὸ τῆς ἡλικίας βοηθεῖν,
τούτους ἀφῃρεῖτο τὰ ὑπάρχοντα, περὶ πλείονος ποιούμενος
αὐτὸς μικρὰ κερδαίνειν ἢ ἐκείνους μηδὲν ἀδικεῖν· οἳ νῦν
αὐτὸν δι’ αὐτὸ τοῦτο οὐχ οἷοί τέ εἰσιν ἐπεξελθεῖν ἅπαν-
τες, δι’ ὅπερ καὶ τότε ἀδύνατοι τῇ πόλει βοηθεῖν ἦσαν.
[19] οὐ μέντοι τοῦτόν γε χρὴ διὰ τὴν ἐκείνων ἀδυναμίαν δὶς
ὠφεληθῆναι, τότε τ’ ἀφελόμενον ἃ εἶχον, νῦν τε δοκιμα-
σθέντα ὑφ’ ὑμῶν· ἀλλὰ κἂν ὁστισοῦν παραγένηται τῶν ἀδι-
κηθέντων, μέγα αὐτὸ ἡγήσασθε εἶναι, καὶ τοῦτον ὑπερμι-
σήσατε, ὅστις ἐτόλμησεν, οἷς ἕτεροι διδόναι παρ’ ἑαυτῶν
τι προῃροῦντο διὰ τὴν ἀπορίαν οἰκτίραντες αὐτούς, τούτων
ἀφαιρεῖσθαι τὰ ὑπάρχοντα. κάλει μοι τοὺς μάρτυρας.
ΜΑΡΤΥΡΕΣ
[20] Οὐ τοίνυν ἔγωγε οἶδα ὅ τι ὑμᾶς διαφερόντως δεῖ
γιγνώσκειν περὶ αὐτοῦ ἢ οἱ οἰκεῖοι γιγνώσκουσι· τοιαῦτα
γάρ ἐστιν, ὥστ’ εἰ καὶ μηδὲν αὐτῷ ἄλλο ἡμάρτητο, διὰ
μόνα ταῦτα δίκαιον εἶναι ἀποδοκιμασθῆναι. οἷα μὲν οὖν
ζῶσα ἡ μήτηρ αὐτοῦ κατηγόρει, παρήσω· ἐξ ὧν δὲ τελευ-
τῶσα τὸν βίον διεπράξατο τεκμαιρομένοις ῥᾴδιόν ἐστιν ὑμῖν
γνῶναι ὁποῖός τις ἦν περὶ αὐτήν. [21] ἐκείνη γὰρ τούτῳ μὲν
ἠπίστησεν ἀποθανοῦσαν ἑαυτὴν ἐπιτρέψαι, Ἀντιφάνει δὲ
οὐδὲν προσήκουσα πιστεύσασα ἔδωκεν εἰς τὴν ἑαυτῆς ταφὴν
τρεῖς μνᾶς ἀργυρίου, παραλιποῦσα τοῦτον ὑὸν ὄντα ἑαυτῆς.
ἆρα δῆλον ὅτι εὖ ᾔδει αὐτὸν οὐδὲ διὰ τὸ προσήκειν αὐτῇ
τὰ δέοντα ἂν ποιήσοντα; [22] καίτοι εἰ μήτηρ, ἣ πέφυκε καὶ
ἀδικουμένη ὑπὸ τῶν ἑαυτῆς παίδων μάλιστα ἀνέχεσθαι
καὶ μίκρ’ ὠφελουμένη μεγάλα ἔχειν ἡγεῖσθαι διὰ τὸ εὐνοίᾳ
μᾶλλον ἢ ἐλέγχῳ τὰ γιγνόμενα δοκιμάζειν, ἐνόμιζε τοῦ-
τον κἂν ἀπὸ τεθνεώσης φέρειν ἑαυτῆς, τί χρὴ ὑμᾶς περὶ
αὐτοῦ διανοηθῆναι; [23] ὅστις γὰρ περὶ τοὺς ἑαυτοῦ ἀναγκαίους
τοιαῦτα ἁμαρτάνει ἁμαρτήματα, τί ἂν περί γε τοὺς ἀλλο-
τρίους ποιήσειεν; ὡς οὖν καὶ ταῦτ’ ἀληθῆ ἐστιν, ἀκού-
σατε αὐτοῦ τοῦ λαβόντος τὸ ἀργύριον καὶ θάψαντος αὐτήν.
ΜΑΡΤΥΡΙΑ
|