Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΛΥΣΙΑΣ, ΚΑΤΑ ΦΙΛΩΝΟΣ ΔΟΚΙΜΑΣΙΑΣ

ΛΥΣ 31.1–7

(ΛΥΣ 31) Προοίμιον (§1–4): Τα αίτια της κατηγορίας – Πρόθεσις (§5–7): Ποιοι δικαιούνται να γίνουν βουλευτές – Τι θα αποδείξει ο κατήγορος
Στον λόγο αυτόν, που εκφωνείται κατά τη διαδικασία της δοκιμασίας του Φίλωνα, ο κατήγορος–βουλευτής προσπαθεί να αποδείξει ότι ο δοκιμαζόμενος είναι ανάξιος να αναλάβει το βουλευτικό αξίωμα.

    [1] Ὤιμην μέν, ὦ βουλή, οὐκ ἄν ποτ’ εἰς τοῦτο τόλμης
Φίλωνα ἀφικέσθαι, ὥστε ἐθελῆσαι ὡς ὑμᾶς ἐλθεῖν δοκιμα-
σθησόμενον· ἐπειδὴ δὲ οὐχ ἕν τι μόνον ἀλλὰ πολλὰ τολμη-
ρός ἐστιν, ἐγὼ δὲ ὀμόσας εἰσῆλθον εἰς τὸ βουλευτήριον τὰ
βέλτιστα βουλεύσειν τῇ πόλει, [2] ἔνεστί τε ἐν τῷ ὅρκῳ ἀπο-
φανεῖν εἴ τίς τινα οἶδε τῶν λαχόντων ἀνεπιτήδειον ὄντα
βουλεύειν, ἐγὼ τὴν κατὰ τουτουὶ Φίλωνος ποιήσομαι κα-
τηγορίαν, οὐ μέντοι γε ἰδίαν ἔχθραν οὐδεμίαν μεταπορευό-
μενος, οὐδὲ τῷ δύνασθαι καὶ εἰωθέναι λέγειν ἐν ὑμῖν ἐπαρ-
θείς, ἀλλὰ τῷ πλήθει τῶν ἁμαρτημάτων αὐτοῦ πιστεύων,
καὶ τοῖς ὅρκοις οἷς ὤμοσα ἐμμένειν ἀξιῶν. [3] γνώσεσθε μὲν
οὖν ὅτι οὐκ ἀπὸ ἴσης παρασκευῆς ἐγώ τε τοῦτον ἐλέγξω
οἷός ἐστι, καὶ οὗτος ἐπεχείρησε πονηρὸς εἶναι· ὅμως <δ’> εἴ
τι ἐγὼ ἐλλείποιμι τῷ λόγῳ τῆς κατηγορίας, οὐκ ἂν δί-
καιος εἴη οὗτος διὰ τοῦτο ὠφεληθῆναι, ἀλλὰ μᾶλλον, ὅ τι
ἱκανῶς διδάξαιμι, ἐκ τούτων ἀποδοκιμασθῆναι. [4] ἐνδεῶς μὲν
γὰρ διὰ τὴν ἀπειρίαν πάντων τῶν τούτῳ πεπραγμένων,
ἱκανῶς δὲ διὰ τὴν περὶ αὐτὸν κακίαν εἰρηκὼς ἂν εἴην.
ἀξιῶ δὲ καὶ ὑμῶν οἵτινες δυνατώτεροι ἐμοῦ εἰσι λέγειν,
ἀποφῆναι μείζω ὄντα αὐτοῦ τὰ ἁμαρτήματα, καὶ ἐξ ὧν
ἂν ἐγὼ ὑπολίπω, πάλιν αὐτοὺς περὶ ὧν ἴσασι κατηγορῆ-
σαι Φίλωνος· οὐ γὰρ ἐκ τῶν ὑπ’ ἐμοῦ <μόνου> λεγομένων
δεῖ ὑμᾶς περὶ αὐτοῦ ὁποῖός ἐστι σκέψασθαι.

    [5] Ἐγὼ γὰρ οὐκ ἄλλους τινάς φημι δίκαιον εἶναι βου-
λεύειν περὶ ἡμῶν, ἢ τοὺς πρὸς τῷ εἶναι πολίτας καὶ ἐπι-
θυμοῦντας τούτου. τούτοις μὲν γὰρ μεγάλα τὰ διαφέροντά
ἐστιν εὖ τε πράττειν τὴν πόλιν τήνδε καὶ ἀνεπιτηδείως
διὰ τὸ ἀναγκαῖον σφίσιν αὐτοῖς ἡγεῖσθαι εἶναι μετέχειν
τὸ μέρος τῶν δεινῶν, ὥσπερ καὶ τῶν ἀγαθῶν μετέχουσι·
[6] ὅσοι δὲ φύσει μὲν πολῖταί εἰσι, γνώμῃ δὲ χρῶνται ὡς πᾶσα
γῆ πατρὶς αὐτοῖς ἐστιν ἐν ᾗ ἂν τὰ ἐπιτήδεια ἔχωσιν, οὗτοι
δῆλοί εἰσιν ὅτι κἂν παρέντες τὸ τῆς πόλεως κοινὸν ἀγαθὸν
ἐπὶ τὸ ἑαυτῶν ἴδιον κέρδος ἔλθοιεν διὰ τὸ μὴ τὴν πόλιν
ἀλλὰ τὴν οὐσίαν πατρίδα ἑαυτοῖς ἡγεῖσθαι. [7] ἐγὼ τοίνυν
ἀποφανῶ Φίλωνα τουτονὶ περὶ πλείονος ποιησάμενον τὴν
ἰδίαν ἀσφάλειαν ἢ τὸν κοινὸν τῆς πόλεως κίνδυνον, καὶ
ἡγησάμενον κρεῖττον εἶναι αὐτὸν ἀκινδύνως τὸν βίον διάγειν
ἢ τὴν πόλιν σῴζειν ὁμοίως τοῖς ἄλλοις πολίταις κινδυ-
νεύοντα.