Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΛΥΣΙΑΣ, ΚΑΤΑ ΝΙΚΟΜΑΧΟΥ ΓΡΑΜΜΑΤΕΩΣ ΕΥΘΥΝΩΝ ΚΑΤΗΓΟΡΙΑ

ΛΥΣ 30.31–35

Επίθεση στους υπερασπιστές του κατηγορουμένου
Ο Νικόμαχος, ένας από τους ἀναγραφεῖς νόμων στις δημόσιες στήλες, κατηγορείται ότι κατά την εκτέλεση των καθηκόντων του αλλοίωνε σκόπιμα το περιεχόμενο των νόμων. Ο Κατά Νικομάχου αποτελεί τη δευτερολογία (ή τριτολογία) και ολοκληρώνεται με το απόσπασμα που ακολουθεί.

    [31] Καὶ περὶ μὲν τούτων ἱκανά μοι τὰ εἰρημένα· περὶ δὲ
τῶν ἐξαιτησομένων βραχέα πρὸς ὑμᾶς εἰπεῖν βούλομαι.
παρεσκευασμένοι <γάρ> τινές εἰσι καὶ τῶν φίλων καὶ τῶν
τὰ τῆς πόλεως πραττόντων δεῖσθαι ὑπὲρ αὐτοῦ· ὧν ἐγὼ
ἡγοῦμαι ἐνίοις προσήκειν ὑπὲρ τῶν ἑαυτοῖς πεπραγμένων
ἀπολογεῖσθαι πολὺ μᾶλλον ἢ τοὺς ἀδικοῦντας σῴζειν
προαιρεῖσθαι. [32] δεινὸν δέ μοι δοκεῖ εἶναι, ὦ ἄνδρες δικασταί,
εἰ τούτου μὲν ἑνὸς ὄντος καὶ οὐδὲν ὑπὸ τῆς πόλεως ἠδικη-
μένου οὐκ ἐπεχείρησαν δεῖσθαι [ὡς χρὴ] παύσασθαι εἰς
ὑμᾶς ἐξαμαρτάνοντα, ὑμᾶς δὲ τοσούτους ὄντας καὶ ἠδικημέ-
νους ὑπὸ τούτου <πείθειν> ζητήσουσιν ὡς οὐ χρὴ δίκην
παρ’ αὐτοῦ λαμβάνειν. [33] χρὴ τοίνυν, ὥσπερ δὴ τούτους ὁρᾶτε
προθύμως σῴζοντας τοὺς φίλους, οὕτως καὶ ὑμᾶς τοὺς
ἐχθροὺς τιμωρεῖσθαι, εὖ εἰδότας ὅτι τούτοις πρώτοις ἄν-
δρες ἀμείνους δόξετε εἶναι, ἐὰν παρὰ τῶν ἀδικούντων δί-
κην λαμβάνητε. ἐνθυμεῖσθε δὲ ὅτι [οὔτε Νικόμαχος] οὐδὲ
τῶν αἰτησομένων οὐδεὶς τοσαῦτα ἀγαθὰ πεποίηκε τὴν πό-
λιν, ὅσα οὗτος ἠδίκηκεν, ὥστε πολὺ μᾶλλον ὑμῖν προσήκει
τιμωρεῖσθαι ἢ τούτοις βοηθεῖν. [34] εὖ δ’ εἰδέναι χρὴ τοὺς
αὐτοὺς τούτους, ὅτι πολλὰ δεηθέντες τῶν κατηγόρων ἡμᾶς
μὲν οὐδαμῶς ἔπεισαν, τὴν δὲ ὑμετέραν ψῆφον καταπειρά-
σοντες εἰσεληλύθασιν εἰς τὸ δικαστήριον, καὶ ἐλπίζουσιν
ὑμᾶς ἐξαπατήσαντες ἄδειαν εἰς τὸν λοιπὸν χρόνον λήψεσθαι
τοῦ ποιεῖν ὅ τι ἂν βούλωνται. [35] ἡμεῖς μὲν τοίνυν οὐκ ἠθε-
λήσαμεν ὑπὸ τούτων αἰτούμενοι πεισθῆναι, τὸ δὲ αὐτὸ
τοῦτο παρακαλοῦμεν <ὑμᾶς> μὴ πρὸ τῆς κρίσεως μισοπο-
νηρεῖν, ἀλλ’ ἐν τῇ κρίσει τιμωρεῖσθαι τοὺς τὴν ὑμετέραν
νομοθεσίαν ἀφανίζοντας· οὕτως γὰρ ἐννόμως διοικηθήσεται
τὰ κατὰ τὴν πολιτείαν πάντα.