Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΛΥΣΙΑΣ, ΚΑΤΑ ΕΡΑΤΟΣΘΕΝΟΥΣ

ΛΥΣ 12.92–100

Προσφώνηση προς τους ολιγαρχικούς και τους δημοκρατικούς δικαστές –Ἐπίλογος: Το χρέος απέναντι στα θύματα των Τριάκοντα
Πλησιάζοντας στο τέλος του λόγου του, ο ρήτορας αιτιολόγησε την πρότασή του για θανατική καταδίκη του κατηγορουμένου και προσπάθησε να μεταπείσει τους δικαστές που σκόπευαν να ψηφίσουν για την αθώωσή του. Και συνεχίζει:

    [92] Βούλομαι δὲ ὀλίγα ἑκατέρους ἀναμνήσας καταβαίνειν,
τούς τε ἐξ ἄστεως καὶ τοὺς ἐκ Πειραιῶς, ἵνα τὰς ὑμῖν διὰ
τούτων γεγενημένας συμφορὰς παραδείγματα ἔχοντες τὴν
ψῆφον φέρητε. καὶ πρῶτον μὲν ὅσοι ἐξ ἄστεώς ἐστε, σκέ-
ψασθε ὅτι ὑπὸ τούτων οὕτω σφόδρα ἤρχεσθε, ὥστε ἀδελ-
φοῖς καὶ ὑέσι καὶ πολίταις ἠναγκάζεσθε πολεμεῖν τοιοῦτον
πόλεμον, ἐν ᾧ ἡττηθέντες μὲν τοῖς νικήσασι τὸ ἴσον ἔχετε,
νικήσαντες δ’ ἂν τούτοις ἐδουλεύετε. [93] καὶ τοὺς ἰδίους οἴκους
οὗτοι μὲν [ἂν] ἐκ τῶν πραγμάτων μεγάλους ἐκτήσαντο,
ὑμεῖς δὲ διὰ τὸν πρὸς ἀλλήλους πόλεμον ἐλάττους ἔχετε·
συνωφελεῖσθαι μὲν γὰρ ὑμᾶς οὐκ ἠξίουν, συνδιαβάλλεσθαι
δ’ ἠνάγκαζον, εἰς τοσοῦτον ὑπεροψίας ἐλθόντες ὥστε οὐ
τῶν ἀγαθῶν κοινούμενοι πιστοὺς ὑμᾶς ἐκτῶντο, ἀλλὰ τῶν
ὀνειδῶν μεταδιδόντες εὔνους ᾤοντο εἶναι. [94] ἀνθ’ ὧν ὑμεῖς
νῦν ἐν τῷ θαρραλέῳ ὄντες, καθ’ ὅσον δύνασθε, καὶ ὑπὲρ
ὑμῶν αὐτῶν καὶ ὑπὲρ τῶν ἐκ Πειραιῶς τιμωρήσασθε,
ἐνθυμηθέντες μὲν ὅτι ὑπὸ τούτων πονηροτάτων ὄντων ἤρ-
χεσθε, ἐνθυμηθέντες δὲ ὅτι μετ’ ἀνδρῶν νῦν ἀρίστων
πολιτεύεσθε καὶ τοῖς πολεμίοις μάχεσθε καὶ περὶ τῆς πό-
λεως βουλεύεσθε, ἀναμνησθέντες δὲ τῶν ἐπικούρων, οὓς
οὗτοι φύλακας τῆς σφετέρας ἀρχῆς καὶ τῆς ὑμετέρας δου-
λείας εἰς τὴν ἀκρόπολιν κατέστησαν. [95] καὶ πρὸς ὑμᾶς μὲν
ἔτι πολλῶν ὄντων εἰπεῖν τοσαῦτα λέγω. ὅσοι δ’ ἐκ Πει-
ραιῶς ἐστε, πρῶτον μὲν τῶν ὅπλων ἀναμνήσθητε, ὅτι πολ-
λὰς μάχας ἐν τῇ ἀλλοτρίᾳ μαχεσάμενοι οὐχ ὑπὸ τῶν πο-
λεμίων ἀλλ’ ὑπὸ τούτων εἰρήνης οὔσης ἀφῃρέθητε τὰ ὅπλα,
ἔπειθ’ ὅτι ἐξεκηρύχθητε μὲν ἐκ τῆς πόλεως, ἣν ὑμῖν οἱ
πατέρες παρέδοσαν, φεύγοντας δὲ ὑμᾶς ἐκ τῶν πόλεων
ἐξῃτοῦντο. [96] ἀνθ’ ὧν ὀργίσθητε μὲν ὥσπερ ὅτ’ ἐφεύγετε,
ἀναμνήσθητε δὲ καὶ τῶν ἄλλων κακῶν ἃ πεπόνθατε ὑπ’
αὐτῶν, οἳ τοὺς μὲν ἐκ τῆς ἀγορᾶς τοὺς δ’ ἐκ τῶν ἱερῶν
συναρπάζοντες βιαίως ἀπέκτειναν, τοὺς δὲ ἀπὸ τέκνων καὶ
γονέων καὶ γυναικῶν ἀφέλκοντες φονέας αὑτῶν ἠνάγκασαν
γενέσθαι καὶ οὐδὲ ταφῆς τῆς νομιζομένης εἴασαν τυχεῖν,
ἡγούμενοι τὴν αὑτῶν ἀρχὴν βεβαιοτέραν εἶναι τῆς παρὰ
τῶν θεῶν τιμωρίας. [97] ὅσοι δὲ τὸν θάνατον διέφυγον, πολ-
λαχοῦ κινδυνεύσαντες καὶ εἰς πολλὰς πόλεις πλανηθέντες
καὶ πανταχόθεν ἐκκηρυττόμενοι, ἐνδεεῖς ὄντες τῶν ἐπιτη-
δείων, οἱ μὲν ἐν πολεμίᾳ τῇ πατρίδι τοὺς παῖδας καταλι-
πόντες, οἱ δ’ ἐν ξένῃ γῇ, πολλῶν ἐναντιουμένων ἤλθετε
εἰς τὸν Πειραιᾶ. πολλῶν δὲ καὶ μεγάλων κινδύνων ὑπαρ-
ξάντων ἄνδρες ἀγαθοὶ γενόμενοι τοὺς μὲν ἠλευθερώσατε,
τοὺς δ’ εἰς τὴν πατρίδα κατηγάγετε. [98] εἰ δὲ ἐδυστυχήσατε
καὶ τούτων ἡμάρτετε, αὐτοὶ μὲν ἂν δείσαντες ἐφεύγετε μὴ
πάθητε τοιαῦτα οἷα καὶ πρότερον, καὶ οὔτ’ ἂν ἱερὰ οὔτε
βωμοὶ ὑμᾶς ἀδικουμένους διὰ τοὺς τούτων τρόπους ὠφέ-
λησαν, ἃ καὶ τοῖς ἀδικοῦσι σωτήρια γίγνεται· οἱ δὲ παῖδες
ὑμῶν, ὅσοι μὲν ἐνθάδε ἦσαν, ὑπὸ τούτων ἂν ὑβρίζοντο, οἱ
δ’ ἐπὶ ξένης μικρῶν ἂν ἕνεκα συμβολαίων ἐδούλευον ἐρημίᾳ
τῶν ἐπικουρησόντων.

    [99] Ἀλλὰ γὰρ οὐ τὰ μέλλοντα ἔσεσθαι βούλομαι λέγειν,
τὰ πραχθέντα ὑπὸ τούτων οὐ δυνάμενος εἰπεῖν. οὐδὲ γὰρ
ἑνὸς κατηγόρου οὐδὲ δυοῖν ἔργον ἐστίν, ἀλλὰ πολλῶν.
ὅμως δὲ τῆς ἐμῆς προθυμίας <οὐδὲν> ἐλλέλειπται, ὑπέρ
<τε> τῶν ἱερῶν, ἃ οὗτοι τὰ μὲν ἀπέδοντο τὰ δ’ εἰσιόντες
ἐμίαινον, ὑπέρ τε τῆς πόλεως, ἣν μικρὰν ἐποίουν, ὑπέρ τε
τῶν νεωρίων, ἃ καθεῖλον, καὶ ὑπὲρ τῶν τεθνεώτων, οἷς
ὑμεῖς, ἐπειδὴ ζῶσιν ἐπαμῦναι οὐκ ἐδύνασθε, ἀποθανοῦσι
βοηθήσατε. [100] οἶμαι δ’ αὐτοὺς ἡμῶν τε ἀκροᾶσθαι καὶ ὑμᾶς
εἴσεσθαι τὴν ψῆφον φέροντας, ἡγουμένους, ὅσοι μὲν ἂν
τούτων ἀποψηφίσησθε, αὐτῶν θάνατον κατεψηφισμένους
ἔσεσθαι, ὅσοι δ’ ἂν παρὰ τούτων δίκην λάβωσιν, ὑπὲρ
αὐτῶν τὰς τιμωρίας πεποιημένους.

    Παύσομαι κατηγορῶν. ἀκηκόατε, ἑωράκατε, πεπόνθατε,
ἔχετε· δικάζετε.