Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΛΥΣΙΑΣ, ΚΑΤΑ ΑΛΚΙΒΙΑΔΟΥ ΛΙΠΟΤΑΞΙΟΥ(Α΄)

ΛΥΣ 14.9–22

Η ανάγκη τήρησης των νόμων και επιβολής των ποινών – Αντικρούοντας τους αναμενόμενους ισχυρισμούς των υπερασπιστών του Αλκιβιάδη
Ο κατήγορος επικαλέστηκε τους νόμους που, κατά την άποψή του, επέβαλλαν την καταδίκη του Αλκιβιάδη για λιποταξία και δειλία, ενώ προέβλεπαν τη στέρηση των πολιτικών δικαιωμάτων όποιου κατατασσόταν στο σώμα των ιππέων χωρίς προηγούμενη δοκιμασίαν . Και συνεχίζει:

    [9] Οὗτος τοίνυν εἰς τοῦτ’ ἦλθε πονηρίας, καὶ οὕτως ὑμῶν
κατεφρόνησε καὶ τοὺς πολεμίους ἔδεισε καὶ ἱππεύειν ἐπε-
θύμησε καὶ τῶν νόμων οὐκ ἐφρόντισεν, ὥστε οὐδὲν αὐτῷ
τούτων τῶν κινδύνων ἐμέλησεν, ἀλλ’ ἐβουλήθη καὶ ἄτιμος
εἶναι καὶ τὰ χρήματ’ αὐτοῦ δημευθῆναι καὶ πάσαις ταῖς
κειμέναις ζημίαις ἔνοχος γενέσθαι μᾶλλον ἢ μετὰ τῶν πο-
λιτῶν εἶναι καὶ ὁπλίτης γενέσθαι. [10] καὶ ἕτεροι μὲν οὐδεπώ-
ποτε ὁπλιτεύσαντες, ἱππεύοντες δὲ τὸν ἄλλον χρόνον
καὶ πολλὰ κακὰ τοὺς πολεμίους πεποιηκότες, οὐκ ἐτόλμη-
σαν ἐπὶ τοὺς ἵππους ἀναβῆναι, δεδιότες ὑμᾶς καὶ τὸν νό-
μον· οὕτω γὰρ ἦσαν παρεσκευασμένοι, οὐχ ὡς ἀπολουμένης
τῆς πόλεως, ἀλλ’ ὡς σωθησομένης καὶ μεγάλης ἐσομένης
καὶ τιμωρησομένης τοὺς ἀδικοῦντας· Ἀλκιβιάδης δ’ ἐτόλ-
μησεν ἀναβῆναι, οὔτε εὔνους ὢν τῷ πλήθει οὔτε πρότερον
ἱππεύσας οὔτε νῦν ἐπιστάμενος οὔτε ὑφ’ ὑμῶν δοκιμασθείς,
ὡς οὐκ ἐξεσόμενον τῇ πόλει δίκην παρὰ τῶν ἀδικούντων
λαμβάνειν. [11] ἐνθυμηθῆναι δὲ χρὴ ὅτι, εἰ ἐξέσται ὅ τι ἄν τις
βούληται ποιεῖν, οὐδὲν ὄφελος νόμους κεῖσθαι ἢ ὑμᾶς συλλέ-
γεσθαι ἢ στρατηγοὺς αἱρεῖσθαι. θαυμάζω δέ, ὦ ἄνδρες
δικασταί, εἴ τις ἀξιοῖ, ἐὰν μέν τις προσιόντων τῶν πολε-
μίων τῆς πρώτης τάξεως τεταγμένος τῆς δευτέρας γένηται,
τούτου μὲν δειλίαν καταψηφίζεσθαι, ἐὰν δέ τις ἐν τοῖς
ὁπλίταις τεταγμένος ἐν τοῖς ἱππεῦσιν ἀναφανῇ, τούτῳ
συγγνώμην ἔχειν. [12] καὶ μὲν δή, ὦ ἄνδρες δικασταί, ἡγοῦμαι
δικάζειν ὑμᾶς οὐ μόνον τῶν ἐξαμαρτανόντων ἕνεκα, ἀλλ’ ἵνα
καὶ τοὺς ἄλλους τῶν ἀκοσμούντων σωφρονεστέρους ποιῆτε.
ἐὰν μὲν τοίνυν τοὺς ἀγνῶτας κολάζητε, οὐδεὶς ἔσται τῶν
ἄλλων βελτίων· οὐδεὶς γὰρ εἴσεται τὰ ὑφ’ ὑμῶν καταψηφι-
σθέντα· ἐὰν δὲ τοὺς ἐπιφανεστάτους τῶν ἐξαμαρτανόντων
τιμωρῆσθε, πάντες πεύσονται, ὥστε τούτῳ παραδείγματι
χρώμενοι βελτίους ἔσονται οἱ πολῖται. [13] ἐὰν τοίνυν τούτου
καταψηφίσησθε, οὐ μόνον οἱ ἐν τῇ πόλει εἴσονται, ἀλλὰ καὶ
οἱ σύμμαχοι αἰσθήσονται καὶ οἱ πολέμιοι πεύσονται, καὶ
ἡγήσονται πολὺ πλείονος ἀξίαν εἶναι τὴν πόλιν, ἐὰν ὁρῶσιν
ἐπὶ τοῖς τοιούτοις τῶν ἁμαρτημάτων μάλισθ’ ὑμᾶς ὀργιζο-
μένους καὶ μηδεμιᾶς συγγνώμης τοὺς ἀκοσμοῦντας ἐν τῷ
πολέμῳ τυγχάνοντας. [14] ἐνθυμεῖσθε δ’, ὦ ἄνδρες δικασταί,
ὅτι τῶν στρατιωτῶν οἱ μὲν κάμνοντες ἐτύγχανον, οἱ δὲ ἐν-
δεεῖς ὄντες τῶν ἐπιτηδείων, καὶ ἡδέως ἂν οἱ μὲν ἐν ταῖς πό-
λεσι καταμείναντες ἐθεραπεύοντο, οἱ δὲ οἴκαδ’ ἀπελθόντες
τῶν οἰκείων ἐπεμέλοντο, οἱ δὲ ψιλοὶ ἐστρατεύοντο, οἱ δ’ ἐν
τοῖς ἱππεῦσιν ἐκινδύνευον· [15] ἀλλ’ ὅμως οὐκ ἐτολμᾶτε ἀπολι-
πεῖν τὰς τάξεις οὐδὲ τἀρεστὰ ὑμῖν αὐτοῖς αἱρεῖσθαι ἀλλὰ
πολὺ μᾶλλον ἐφοβεῖσθε τοὺς τῆς πόλεως νόμους ἢ τὸν πρὸς
τοὺς πολεμίους κίνδυνον. ὧν χρὴ μεμνημένους ὑμᾶς νυνὶ τὴν
ψῆφον φέρειν, καὶ πᾶσι φανερὸν ποιεῖν ὅτι Ἀθηναίων οἱ
μὴ βουλόμενοι τοῖς πολεμίοις μάχεσθαι ὑφ’ ὑμῶν κακῶς
πείσονται.

    [16] Ἡγοῦμαι δέ, ὦ ἄνδρες δικασταί, περὶ μὲν τοῦ νόμου καὶ
αὐτοῦ τοῦ πράγματος οὐχ ἕξειν αὐτοὺς ὅ τι λέξουσιν· ἀνα-
βαίνοντες δ’ ὑμᾶς ἐξαιτήσονται καὶ ἀντιβολήσουσιν, οὐκ
ἀξιοῦντες τοῦ Ἀλκιβιάδου ὑέος τοσαύτην δειλίαν κατα-
γνῶναι, ὡς ἐκεῖνον πολλῶν ἀγαθῶν ἀλλ’ οὐχὶ πολλῶν κα-
κῶν αἴτιον γεγενημένον· ὃν εἰ τηλικοῦτον ὄντα ἀπεκτεί-
νατε, ὅτε πρῶτον εἰς ὑμᾶς ἐλάβετε ἐξαμαρτάνοντα, οὐκ ἂν
ἐγένοντο συμφοραὶ τοσαῦται τῇ πόλει. [17] δεινὸν δέ μοι δοκεῖ,
ὦ ἄνδρες δικασταί, εἶναι, εἰ αὐτοῦ μὲν ἐκείνου θάνατον κα-
τέγνωτε, τοῦ δὲ ὑοῦ ἀδικοῦντος δι’ ἐκεῖνον ἀποψηφιεῖσθε,
ὃς αὐτὸς μὲν οὐκ ἐτόλμα μεθ’ ὑμῶν μάχεσθαι, ὁ δὲ πατὴρ
αὐτοῦ μετὰ τῶν πολεμίων ἠξίου στρατεύεσθαι. καὶ ὅτε μὲν
παῖς ὢν οὔπω δῆλος ἦν ὁποῖός τις ἔσται, διὰ τὰ τοῦ
πατρὸς ἁμαρτήματα ὀλίγου τοῖς ἕνδεκα παρεδόθη· ἐπειδὴ
δὲ πρὸς τοῖς ἐκείνῳ πεπραγμένοις ἐπίστασθε καὶ τὴν τούτου
πονηρίαν, διὰ τὸν πατέρα ἐλεεῖν αὐτὸν ἀξιώσετε; [18] οὐκ οὖν
δεινόν, ὦ ἄνδρες δικασταί, τούτους μὲν οὕτως εὐτυχεῖς
εἶναι ὥστ’, ἐπειδὰν ἐξαμαρτάνοντες ληφθῶσι, διὰ τὸ αὑτῶν
γένος σῴζεσθαι, ἡμᾶς δέ, εἰ ἐδυστυχήσαμεν διὰ τοὺς οὕτως
ἀτακτοῦντας, μηδένα ἂν δύνασθαι παρὰ τῶν πολεμίων ἐξαι-
τήσασθαι μηδὲ διὰ τὰς τῶν προγόνων ἀρετάς; [19] καίτοι
πολλαὶ καὶ μεγάλαι καὶ ὑπὲρ ἁπάντων τῶν Ἑλλήνων γε-
γόνασι, καὶ οὐδὲν ὅμοιαι τοῖς ὑπὸ τούτων περὶ τὴν πόλιν
πεπραγμένοις, ὦ ἄνδρες δικασταί. εἰ δ’ ἐκεῖνοι δοκοῦσι
βελτίους εἶναι σῴζοντες τοὺς φίλους, δῆλον ὅτι καὶ ὑμεῖς
ἀμείνους δόξετε εἶναι τιμωρούμενοι τοὺς ἐχθρούς. [20] ἀξιῶ
δ’, ὦ ἄνδρες δικασταί, ἐὰν μέν τινες τῶν συγγενῶν αὐτὸν
ἐξαιτῶνται, ὀργίζεσθαι ὅτι τούτου μὲν οὐκ ἐπεχείρησαν
δεηθῆναι (ἢ δεηθέντες οὐκ ἐδύναντο εὑρέσθαι) ποιεῖν τὰ
ὑπὸ τῆς πόλεως προσταττόμενα, ὑμᾶς δὲ πείθειν πειρῶνται
ὡς οὐ χρὴ παρὰ τῶν ἀδικούντων δίκην λαμβάνειν· [21] ἐὰν δέ
τινες τῶν ἀρχόντων βοηθῶσιν αὐτῷ ἐπίδειξιν μὲν τῆς
ἑαυτῶν δυνάμεως ποιούμενοι, φιλοτιμούμενοι δὲ ὅτι καὶ
τοὺς φανερῶς ἡμαρτηκότας σῴζειν δύνανται, ὑμᾶς [δὲ] χρὴ
ὑπολαμβάνειν πρῶτον μὲν ὅτι, εἰ πάντες Ἀλκιβιάδῃ ὅμοιοι
ἐγένοντο, οὐδὲν ἂν ἔδει τῶν στρατηγῶν (οὐδὲ γὰρ <ἂν>
εἶχον ὅτου ἡγοῦντο), ἔπειθ’ ὅτι πολὺ μᾶλλον αὐτοὺς προσή-
κει τῶν λιπόντων τὴν τάξιν κατηγορεῖν ἢ ὑπὲρ τῶν τοιούτων
ἀπολογεῖσθαι. τίς γὰρ ἔστιν ἐλπὶς τοὺς ἄλλους ἐθελήσειν
ποιεῖν τὰ ὑπὸ τῶν στρατηγῶν προσταττόμενα, ὅταν αὐτοὶ
οὗτοι τοὺς ἀκοσμοῦντας σῴζειν πειρῶνται; [22] ἐγὼ τοίνυν
ἀξιῶ, ἐὰν μὲν ἀποδείξωσιν οἱ λέγοντες καὶ αἰτούμενοι ὑπὲρ
Ἀλκιβιάδου ὡς ἐστρατεύσατο ἐν τοῖς ὁπλίταις ἢ ὡς ἵππευε
δεδοκιμασμένος, ἀποψηφίσασθαι· ἐὰν δὲ μηδὲν ἔχοντες δί-
καιον κελεύωσιν αὑτοῖς χαρίζεσθαι, μεμνῆσθαι χρὴ ὅτι δι-
δάσκουσιν ὑμᾶς ἐπιορκεῖν καὶ τοῖς νόμοις μὴ πείθεσθαι,
καὶ ὅτι λίαν προθύμως τοῖς ἀδικοῦσι βοηθοῦντες πολλοὺς
τῶν αὐτῶν ἔργων ἐπιθυμεῖν ποιήσουσι.