Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΑΡΙΣΤΟΤΕΛΗΣ, ΗΘΙΚΑ ΝΙΚΟΜΑΧΕΙΑ

ΑΡΙΣΤ ΗΝικ 1161b11–1162a33

Η φιλία ανάμεσα σε συγγενικά πρόσωπα
Ο Αριστοτέλης υποστήριξε ότι σε κάθε πολιτειακή μορφή αντιστοιχεί και ένα είδος φιλίας, προσθέτοντας ότι στις παρεκκλίσεις των πολιτευμάτων πλήττεται η φιλία, όπως, άλλωστε, και η δικαιοσύνη (καθώς φιλία και δικαιοσύνη αναφέρονται στα ίδια πράγματα και κινούνται μέσα στα ίδια πλαίσια). Και συνεχίζει για τη φιλία ανάμεσα σε συγγενείς:

    Ἐν κοινωνίᾳ μὲν οὖν πᾶσα φιλία ἐστίν, καθάπερ εἴρη-
ται. ἀφορίσειε δ’ ἄν τις τήν τε συγγενικὴν καὶ τὴν ἑται-
ρικήν. αἱ δὲ πολιτικαὶ καὶ φυλετικαὶ καὶ συμπλοϊκαί,
καὶ ὅσαι τοιαῦται, κοινωνικαῖς ἐοίκασι μᾶλλον· οἷον γὰρ
(15) καθ’ ὁμολογίαν τινὰ φαίνονται εἶναι. εἰς ταύτας δὲ τά-
ξειεν ἄν τις καὶ τὴν ξενικήν. καὶ ἡ συγγενικὴ δὲ φαίνε-
ται πολυειδὴς εἶναι, ἠρτῆσθαι δὲ πᾶσα ἐκ τῆς πατρικῆς·
οἱ γονεῖς μὲν γὰρ στέργουσι τὰ τέκνα ὡς ἑαυτῶν τι ὄντα,
τὰ δὲ τέκνα τοὺς γονεῖς ὡς ἀπ’ ἐκείνων τι ὄντα. μᾶλλον
(20) δ’ ἴσασιν οἱ γονεῖς τὰ ἐξ αὑτῶν ἢ τὰ γεννηθέντα ὅτι ἐκ
τούτων, καὶ μᾶλλον συνῳκείωται τὸ ἀφ’ οὗ τῷ γεννηθέντι ἢ
τὸ γενόμενον τῷ ποιήσαντι· τὸ γὰρ ἐξ αὐτοῦ οἰκεῖον τῷ
ἀφ’ οὗ, οἷον ὀδοὺς θρὶξ ὁτιοῦν τῷ ἔχοντι· ἐκείνῳ δ’ οὐδὲν
τὸ ἀφ’ οὗ, ἢ ἧττον. καὶ τῷ πλήθει δὲ τοῦ χρόνου· οἳ μὲν
(25) γὰρ εὐθὺς γενόμενα στέργουσιν, τὰ δὲ προελθόντος χρόνου
τοὺς γονεῖς, σύνεσιν ἢ αἴσθησιν λαβόντα. ἐκ τούτων δὲ
δῆλον καὶ δι’ ἃ φιλοῦσι μᾶλλον αἱ μητέρες. γονεῖς μὲν οὖν
τέκνα φιλοῦσιν ὡς ἑαυτούς (τὰ γὰρ ἐξ αὐτῶν οἷον ἕτεροι
αὐτοὶ τῷ κεχωρίσθαι), τέκνα δὲ γονεῖς ὡς ἀπ’ ἐκείνων πε-
(30) φυκότα, ἀδελφοὶ δ’ ἀλλήλους τῷ ἐκ τῶν αὐτῶν πεφυκέ-
ναι· ἡ γὰρ πρὸς ἐκεῖνα ταυτότης ἀλλήλοις ταὐτὸ ποιεῖ·
ὅθεν φασὶ ταὐτὸν αἷμα καὶ ῥίζαν καὶ τὰ τοιαῦτα. εἰσὶ
δὴ ταὐτό πως καὶ ἐν διῃρημένοις. μέγα δὲ πρὸς φιλίαν
καὶ τὸ σύντροφον καὶ τὸ καθ’ ἡλικίαν· ἧλιξ γὰρ ἥλικα,
(35) καὶ οἱ συνήθεις ἑταῖροι· διὸ καὶ ἡ ἀδελφικὴ τῇ ἑταιρικῇ
[1162a] ὁμοιοῦται. ἀνεψιοὶ δὲ καὶ οἱ λοιποὶ συγγενεῖς ἐκ τούτων
συνῳκείωνται· τῷ γὰρ ἀπὸ τῶν αὐτῶν εἶναι. γίνονται δ’
οἳ μὲν οἰκειότεροι οἳ δ’ ἀλλοτριώτεροι τῷ σύνεγγυς ἢ πόρρω
τὸν ἀρχηγὸν εἶναι. ἔστι δ’ ἡ μὲν πρὸς γονεῖς φιλία τέκνοις,
(5) καὶ ἀνθρώποις πρὸς θεούς, ὡς πρὸς ἀγαθὸν καὶ ὑπερέχον·
εὖ γὰρ πεποιήκασι τὰ μέγιστα· τοῦ γὰρ εἶναι καὶ τραφῆ-
ναι αἴτιοι, καὶ γενομένοις τοῦ παιδευθῆναι· ἔχει δὲ καὶ τὸ
ἡδὺ καὶ τὸ χρήσιμον ἡ τοιαύτη φιλία μᾶλλον τῶν ὀθνείων,
ὅσῳ καὶ κοινότερος ὁ βίος αὐτοῖς ἐστίν. ἔστι δὲ καὶ ἐν τῇ
(10) ἀδελφικῇ ἅπερ καὶ ἐν τῇ ἑταιρικῇ καὶ μᾶλλον ἐν τοῖς
ἐπιεικέσι, καὶ ὅλως ἐν τοῖς ὁμοίοις, ὅσῳ οἰκειότεροι καὶ ἐκ
γενετῆς ὑπάρχουσι στέργοντες ἀλλήλους, καὶ ὅσῳ ὁμοηθέ-
στεροι οἱ ἐκ τῶν αὐτῶν καὶ σύντροφοι καὶ παιδευθέντες
ὁμοίως· καὶ ἡ κατὰ τὸν χρόνον δοκιμασία πλείστη καὶ
(15) βεβαιοτάτη. ἀνάλογον δὲ καὶ ἐν τοῖς λοιποῖς τῶν συγγε-
νῶν τὰ φιλικά. ἀνδρὶ δὲ καὶ γυναικὶ φιλία δοκεῖ κατὰ
φύσιν ὑπάρχειν· ἄνθρωπος γὰρ τῇ φύσει συνδυαστικὸν
μᾶλλον ἢ πολιτικόν, ὅσῳ πρότερον καὶ ἀναγκαιότερον οἰκία
πόλεως, καὶ τεκνοποιία κοινότερον τοῖς ζῴοις. τοῖς μὲν οὖν
(20) ἄλλοις ἐπὶ τοσοῦτον ἡ κοινωνία ἐστίν, οἱ δ’ ἄνθρωποι οὐ μόνον
τῆς τεκνοποιίας χάριν συνοικοῦσιν, ἀλλὰ καὶ τῶν εἰς τὸν
βίον· εὐθὺς γὰρ διῄρηται τὰ ἔργα, καὶ ἔστιν ἕτερα ἀνδρὸς
καὶ γυναικός· ἐπαρκοῦσιν οὖν ἀλλήλοις, εἰς τὸ κοινὸν τιθέν-
τες τὰ ἴδια. διὰ ταῦτα δὲ καὶ τὸ χρήσιμον εἶναι δοκεῖ
(25) καὶ τὸ ἡδὺ ἐν ταύτῃ τῇ φιλίᾳ. εἴη δ’ ἂν καὶ δι’ ἀρετήν,
εἰ ἐπιεικεῖς εἶεν· ἔστι γὰρ ἑκατέρου ἀρετή, καὶ χαίροιεν ἂν
τῷ τοιούτῳ. σύνδεσμος δὲ τὰ τέκνα δοκεῖ εἶναι· διὸ θᾶττον
οἱ ἄτεκνοι διαλύονται· τὰ γὰρ τέκνα κοινὸν ἀγαθὸν ἀμ-
φοῖν, συνέχει δὲ τὸ κοινόν. τὸ δὲ πῶς βιωτέον ἀνδρὶ
(30) πρὸς γυναῖκα καὶ ὅλως φίλῳ πρὸς φίλον, οὐδὲν ἕτερον
φαίνεται ζητεῖσθαι ἢ πῶς δίκαιον· οὐ γὰρ ταὐτὸν φαίνεται
τῷ φίλῳ πρὸς τὸν φίλον καὶ τὸν ὀθνεῖον καὶ τὸν ἑταῖρον
καὶ τὸν συμφοιτητήν.