Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΛΥΣΙΑΣ, ΚΑΤΑ ΑΓΟΡΑΤΟΥ ΕΝΔΕΙΞΕΩΣ

ΛΥΣ 13.92–97

Ἐπίλογος: Ο σεβασμός προς τα θύματα του Αγόρατου και των Τριάκοντα επιβάλλει την τιμωρία του κατηγορουμένου
Ο κατήγορος στο τέλος της πίστεως–ἀποδείξεως ανασκεύασε προκαταβολικά τα αναμενόμενα επιχειρήματα του κατηγορουμένου. Και συνεχίζει:

    [92] Προσήκει δ’ ὑμῖν, ὦ ἄνδρες δικασταί, ἅπασι τιμω-
ρεῖν ὑπὲρ ἐκείνων τῶν ἀνδρῶν ὁμοίως ὥσπερ ἡμῶν ἑνὶ
ἑκάστῳ. ἀποθνῄσκοντες γὰρ [ὑμῖν] ἐπέσκηψαν καὶ ἡμῖν καὶ
τοῖς φίλοις ἅπασι τιμωρεῖν ὑπὲρ σφῶν αὐτῶν Ἀγόρατον του-
τονὶ ὡς φονέα ὄντα, καὶ κακῶς ποιεῖν καθ’ ὅσον ἂν ἔμ-
βραχυ ἕκαστος δύνηται. εἰ τοίνυν τι ἐκεῖνοι ἀγαθὸν τὴν πό-
λιν ἢ τὸ πλῆθος τὸ ὑμέτερον φανεροί εἰσι πεποιηκότες, ὃ
καὶ αὐτοὶ ὑμεῖς ὁμολογεῖτε, ἀνάγκη ὑμᾶς ἐστι πάντας ἐκεί-
νοις φίλους καὶ ἐπιτηδείους εἶναι, ὥστε οὐδὲν μᾶλλον ἡμῖν
ἢ καὶ ὑμῶν ἑνὶ ἑκάστῳ ἐπέσκηψαν. [93] οὔκουν οὔτε ὅσιον οὔτε
νόμιμον ὑμῖν ἐστιν ἀνεῖναι Ἀγόρατον τουτονί. ὑμεῖς τοίνυν,
ὦ ἄνδρες Ἀθηναῖοι, νυνὶ δή, ἐπεὶ ἐν τῷ τότε χρόνῳ, ἐν ᾧ
ἐκεῖνοι ἀπέθνῃσκον, οὐχ οἷοί τε ἦστε ἐπαρκέσαι διὰ τὰ
πράγματα τὰ περιεστηκότα, νυνί, ἐν ᾧ δύνασθε, τιμωρή-
σατε τὸν ἐκείνων φονέα. ἐνθυμεῖσθε δ’, ὦ ἄνδρες Ἀθηναῖοι,
ὅπως μὴ πάντων ἔργον σχετλιώτατον ἐργάσησθε. εἰ γὰρ
ἀποψηφιεῖσθε Ἀγοράτου τουτουί, οὐ μόνον τοῦτο δια-
πράττεσθε, ἀλλὰ καὶ ἐκείνων τῶν ἀνδρῶν, οὓς ὁμολογεῖτε
ὑμῖν εὔνους εἶναι, τῇ αὐτῇ ψήφῳ ταύτῃ θάνατον κατα-
ψηφίζεσθε· [94] ἀπολύοντες γὰρ τὸν αἴτιον ὄντα ἐκείνοις τοῦ
θανάτου οὐδὲν ἄλλο γιγνώσκετε ἢ ἐκείνους δικαίως ὑπὸ
τούτου τεθνηκέναι. καὶ οὕτως ἂν δεινότατα πάντων πά-
θοιεν, εἰ οἷς ἐπέσκηπτον ἐκεῖνοι ὡς φίλοις οὖσι τιμω-
ρεῖν ὑπὲρ αὑτῶν, οὗτοι ὁμόψηφοι κατ’ ἐκείνων τῶν
ἀνδρῶν τοῖς τριάκοντα γενήσονται. [95] μηδαμῶς, ὦ ἄνδρες
δικασταί, πρὸς θεῶν Ὀλυμπίων, μήτε τέχνῃ μήτε μη-
χανῇ μηδεμιᾷ θάνατον ἐκείνων τῶν ἀνδρῶν καταψη-
φίσησθε, οἳ πολλὰ κἀγαθὰ ὑμᾶς ποιήσαντες διὰ ταῦτα
ὑπὸ τῶν τριάκοντα καὶ Ἀγοράτου τουτουὶ ἀπέθανον.
ἀναμνησθέντες οὖν ἁπάντων τῶν δεινῶν, καὶ τῶν κοινῶν
τῇ πόλει καὶ τῶν ἰδίων, ὅσα ἑκάστῳ ἐγένετο ἐπειδὴ ἐκεῖ-
νοι οἱ ἄνδρες ἐτελεύτησαν, τιμωρήσατε τὸν αἴτιον τού-
των. ἀποδέδεικται δ’ ὑμῖν [ἅπαντα] καὶ ἐκ τῶν ψηφι-
σμάτων καὶ ἐκ τῶν ἀπογραφῶν καὶ ἐκ τῶν ἄλλων ἁπάντων
Ἀγόρατος ὢν αὐτοῖς αἴτιος τοῦ θανάτου.

    [96] Ἔτι δὲ καὶ προσήκει ὑμῖν ἐναντία τοῖς τριάκοντα ψηφί-
ζεσθαι· ὧν μὲν τοίνυν ἐκεῖνοι θάνατον κατέγνωσαν, ὑμεῖς
ἀποψηφίσασθε· ὧν δ’ ἐκεῖνοι θάνατον οὐ κατέγνωσαν,
ὑμεῖς καταψηφίσασθε. οἱ τριάκοντα τοίνυν τῶν μὲν ἀνδρῶν
τούτων, οἳ ἦσαν ὑμέτεροι φίλοι, θάνατον κατέγνωσαν, ὧν
δεῖ ὑμᾶς ἀποψηφίζεσθαι· Ἀγοράτου δὲ ἀπεψηφίσαντο,
διότι ἐδόκει προθύμως τούτους ἀπολλύναι· οὗ προσήκει
καταψηφίζεσθαι. [97] ἐὰν οὖν τὰ ἐναντία τοῖς τριάκοντα ψηφί-
ζησθε, πρῶτον μὲν οὐχ ὁμόψηφοι <τοῖς ἐχθροῖς> γίγνεσθε,
ἔπειτα τοῖς ὑμετέροις αὐτῶν φίλοις τετιμωρηκότες ἔσεσθε,
ἔπειτα τοῖς πᾶσιν ἀνθρώποις δόξετε δίκαια καὶ ὅσια ψηφί-
σασθαι.