Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΛΥΣΙΑΣ, ΚΑΤΑ ΑΓΟΡΑΤΟΥ ΕΝΔΕΙΞΕΩΣ

ΛΥΣ 13.62–64

Ο κατηγορούμενος, παιδί δούλων, προκάλεσε συμφορές σε επιφανείς και αξιόλογους πολίτες
Στην πίστιν–ἀπόδειξιν του λόγου ο κατήγορος προσπάθησε να καταδείξει ότι ο Αγόρατος έγινε ο αίτιος της θανάτωσης ή της εξορίας πολλών και αγαθών πολιτών, ενεργώντας εκούσια ενάντια στο δίκαιο, ενώ από το παρακάτω απόσπασμα περνά στα στοιχεία που σχετίζονται με την καταγωγή και το ήθος του κατηγορουμένου.

    [62] Βούλομαι δ’ ὑμῖν, ὦ ἄνδρες δικασταί, ἐπιδεῖξαι οἵων
ἀνδρῶν ὑπ’ Ἀγοράτου ἀπεστέρησθε. εἰ μὲν οὖν οὐ
πολλοὶ ἦσαν, καθ’ ἕκαστον ἂν περὶ αὐτῶν ἠκούετε, νῦν
δὲ συλλήβδην περὶ πάντων. οἱ μὲν γὰρ στρατηγήσαντες
ὑμῖν πολλάκις μείζω τὴν πόλιν τοῖς διαδεχομένοις στρα-
τηγοῖς παρεδίδοσαν· οἱ δ’ ἑτέρας μεγάλας ἀρχὰς ἄρξαντες
καὶ τριηραρχίας πολλὰς τριηραρχήσαντες οὐδεπώποτε ὑφ’
ὑμῶν οὐδεμίαν αἰτίαν αἰσχρὰν ἔσχον. [63] οἱ δ’ αὐτῶν περιγε-
νόμενοι καὶ σωθέντες, οὓς οὗτος μὲν ἀπέκτεινεν ὁμοίως καὶ
θάνατος αὐτῶν κατεγνώσθη, ἡ δὲ τύχη καὶ ὁ δαίμων περιε-
ποίησε, φυγόντες [γὰρ] ἐνθένδε καὶ οὐ συλληφθέντες
οὐδὲ ὑπομείναντες τὴν κρίσιν, κατελθόντες ἀπὸ Φυλῆς
τιμῶνται ὑφ’ ὑμῶν ὡς ἄνδρες ἀγαθοὶ ὄντες.

    [64] Τούτους μέντοι τοιούτους ὄντας Ἀγόρατος τοὺς μὲν ἀπέκ-
τεινε, τοὺς δὲ φυγάδας ἐντεῦθεν ἐποίησε, τίς ὢν αὐτός; δεῖ
γὰρ ὑμᾶς εἰδέναι ὅτι δοῦλος καὶ ἐκ δούλων ἐστίν, ἵν’ εἰδῆτε
οἷος ὢν ὑμᾶς ἐλυμαίνετο. τουτῳὶ μὲν γὰρ πατὴρ ἦν Εὐμάρης,
ἐγένετο δὲ ὁ Εὐμάρης οὗτος Νικοκλέους καὶ Ἀντικλέους.
καί μοι ἀνάβητε μάρτυρες.