Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΛΥΣΙΑΣ, ΚΑΤΑ ΑΓΟΡΑΤΟΥ ΕΝΔΕΙΞΕΩΣ

ΛΥΣ 13.43–48

Οι συμφορές της πόλης μετά τη θανάτωση των πολιτών που κατήγγειλε ο Αγόρατος
Ο κατήγορος αφηγήθηκε αναλυτικά τα γεγονότα που οδήγησαν στη θανάτωση του Διονυσίδωρου και των στρατηγών και ταξιαρχών μετά την ανάληψη της εξουσίας από τους Τριάκοντα. Φτάνοντας στο τέλος της διηγήσεως , συμπληρώνει:

    [43] Οὗτοι μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ὑπ’ Ἀγοράτου
ἀπογραφέντες ἀπέθανον· ἐπειδὴ δὲ τούτους ἐκποδὼν ἐποιή-
σαντο οἱ τριάκοντα, σχεδὸν οἶμαι ὑμᾶς ἐπίστασθαι ὡς
πολλὰ καὶ δεινὰ μετὰ ταῦτα τῇ πόλει ἐγένετο· ὧν οὗτος
ἁπάντων αἴτιός ἐστιν ἀποκτείνας ἐκείνους. ἀνιῶμαι μὲν
οὖν ὑπομιμνῄσκων τὰς γεγενημένας συμφορὰς τῇ πόλει,
[44] ἀνάγκη δ’ ἐστίν, ὦ ἄνδρες δικασταί, ἐν τῷ παρόντι καιρῷ,
ἵν’ εἰδῆτε ὡς σφόδρα ὑμῖν ἐλεεῖν προσήκει Ἀγόρατον.
ἴστε μὲν γὰρ τοὺς ἐκ Σαλαμῖνος τῶν πολιτῶν κομισθέντας,
οἷοι ἦσαν καὶ ὅσοι, καὶ οἵῳ ὀλέθρῳ ὑπὸ τῶν τριάκοντα
ἀπώλοντο· ἴστε δὲ τοὺς ἐξ Ἐλευσῖνος, ὡς πολλοὶ ταύτῃ
τῇ συμφορᾷ ἐχρήσαντο· μέμνησθε δὲ καὶ τοὺς ἐνθάδε διὰ τὰς
ἰδίας ἔχθρας ἀπαγομένους εἰς τὸ δεσμωτήριον· [45] οἳ οὐδὲν
κακὸν τὴν πόλιν ποιήσαντες ἠναγκάζοντο αἰσχίστῳ καὶ
ἀκλεεστάτῳ ὀλέθρῳ ἀπόλλυσθαι, οἱ μὲν γονέας [σφετέρους
αὐτῶν] πρεσβύτας καταλιπόντες, οἳ ἤλπιζον ὑπὸ τῶν
σφετέρων αὐτῶν παίδων γηροτροφηθέντες, ἐπειδὴ τελευ-
τήσειαν τὸν βίον, ταφήσεσθαι, οἱ δὲ ἀδελφὰς ἀνεκδότους,
οἱ δὲ παῖδας μικροὺς πολλῆς ἔτι θεραπείας δεομένους·
[46] οὕς, ὦ ἄνδρες δικασταί, ποίαν τινὰ οἴεσθε γνώμην περὶ
τούτου ἔχειν, ἢ ποίαν τινὰ ἂν ψῆφον θέσθαι, εἰ ἐπ’ ἐκείνοις
γένοιτο, ἀποστερηθέντας διὰ τοῦτον τῶν ἡδίστων; ἔτι δὲ
τὰ τείχη ὡς κατεσκάφη καὶ αἱ νῆες τοῖς πολεμίοις παρ-
εδόθησαν καὶ <τὰ> νεώρια καθῃρέθη καὶ Λακεδαιμόνιοι
τὴν ἀκρόπολιν ἡμῶν εἶχον καὶ ἡ δύναμις ἅπασα τῆς πό-
λεως παρελύθη, ὥστε μηδὲν διαφέρειν τῆς ἐλαχίστης πό-
λεως τὴν πόλιν. [47] πρὸς δὲ τούτοις τὰς ἰδίας <οὐσίας>
ἀπωλέσατε, καὶ τὸ τελευταῖον συλλήβδην ἅπαντες ὑπὸ τῶν
τριάκοντα ἐκ τῆς πατρίδος ἐξηλάθητε. ταῦτα ἐκεῖνοι οἱ
ἀγαθοὶ ἄνδρες αἰσθόμενοι οὐκ ἔφασαν ἐπιτρέψειν τὴν εἰρή-
νην, ὦ ἄνδρες δικασταί, ποιήσασθαι· [48] οὓς σύ, Ἀγόρατε,
βουλομένους ἀγαθόν τι πρᾶξαι τῇ πόλει ἀπέκτεινας, μη-
νύσας αὐτοὺς [τῇ πόλει] ἐπιβουλεύειν τῷ πλήθει τῷ ὑμε-
τέρῳ, καὶ αἴτιος εἶ ἁπάντων τῇ πόλει τῶν κακῶν τῶν γεγε-
νημένων. νῦν οὖν μνησθέντες καὶ τῶν ἰδίων ἕκαστος δυσ-
τυχημάτων καὶ τῶν κοινῶν τῆς πόλεως τιμωρεῖσθε τὸν
αἴτιον τούτων.