Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΛΥΣΙΑΣ, ΚΑΤΑ ΑΓΟΡΑΤΟΥ ΕΝΔΕΙΞΕΩΣ

ΛΥΣ 13.9–22

Ο ρόλος του Αγόρατου στα επίβουλα σχέδια των ολιγαρχικών κατά του δημοκρατικού πολιτεύματος
Ο κατήγορος υποστηρίζει σε λόγο που εκφωνεί στην Ηλιαία ότι ο Αγόρατος, εξυπηρετώντας τα σχέδια των Τριάκοντα, προκάλεσε τη θανάτωση του εξαδέλφου του, του Διονυσίδωρου, και άλλων δημοκρατικών στρατηγών. Στη διήγησιν ο ρήτορας αναφέρθηκε στον αποκλεισμό του Πειραιά από τους Λακεδαιμόνιους και τις μηχανορραφίες των ολιγαρχικών κύκλων της Αθήνας για την ανατροπή του πολιτεύματος. Στην πρώτη συνέλευση της εκκλησίας του Δήμου οι Σπαρτιάτες προσπάθησαν να επιβάλουν την κατεδάφιση των Μακρών Τειχών ως απαραίτητη προϋπόθεση για την ειρήνη με την οποία θα τερματιζόταν ο Πελοποννησιακός πόλεμος, αλλά ο δημαγωγός Κλεοφώντας υπήρξε ο κύριος εκφραστής των αντιδράσεων στον όρο αυτό.

[9] μετὰ δὲ ταῦτα
Θηραμένης, ἐπιβουλεύων τῷ πλήθει τῷ ὑμετέρῳ, ἀναστὰς
λέγει ὅτι, ἐὰν αὐτὸν ἕλησθε περὶ τῆς εἰρήνης πρεσβευτὴν
αὐτοκράτορα, ποιήσει ὥστε μήτε τῶν τειχῶν διελεῖν
μήτε ἄλλο τὴν πόλιν ἐλαττῶσαι μηδέν· οἴοιτο δὲ καὶ ἄλλο
τι ἀγαθὸν παρὰ Λακεδαιμονίων τῇ πόλει εὑρήσεσθαι. [10] πεισ-
θέντες δὲ ὑμεῖς εἵλεσθε ἐκεῖνον πρεσβευτὴν αὐτοκράτορα,
ὃν τῷ προτέρῳ ἔτει στρατηγὸν χειροτονηθέντα ἀπεδοκι-
μάσατε, οὐ νομίζοντες εὔνουν εἶναι τῷ πλήθει τῷ ὑμετέρῳ.
[11] ἐκεῖνος μὲν οὖν ἐλθὼν εἰς Λακεδαίμονα ἔμενεν ἐκεῖ πολὺν
χρόνον, καταλιπὼν ὑμᾶς πολιορκουμένους, εἰδὼς τὸ ὑμέτε-
ρον πλῆθος ἐν ἀπορίᾳ ἐχόμενον καὶ διὰ τὸν πόλεμον καὶ
τὰ κακὰ τοὺς πολλοὺς τῶν ἐπιτηδείων ἐνδεεῖς ὄντας, νο-
μίζων, εἰ διαθείη ὑμᾶς [ἀπόρως] ὥσπερ διέθηκεν, ἀσμέ-
νως ὁποιαντινοῦν ἐθελῆσαι ἂν εἰρήνην ποιήσασθαι. [12] οἱ
δ’ ἐνθάδε ὑπομένοντες καὶ ἐπιβουλεύοντες καταλῦσαι τὴν
δημοκρατίαν εἰς ἀγῶνα Κλεοφῶντα καθιστᾶσι, πρόφασιν
μὲν ὅτι οὐκ ἦλθεν εἰς τὰ ὅπλα ἀναπαυσόμενος, τὸ δ’ ἀλη-
θὲς ὅτι ἀντεῖπεν ὑπὲρ ὑμῶν μὴ καθαιρεῖν τὰ τείχη.
ἐκείνῳ μὲν οὖν δικαστήριον παρασκευάσαντες καὶ εἰσελ-
θόντες οἱ βουλόμενοι ὀλιγαρχίαν καταστήσασθαι ἀπέκ-
τειναν ἐν τῇ προφάσει ταύτῃ. [13] Θηραμένης δὲ ὕστερον ἀφικ-
νεῖται ἐκ Λακεδαίμονος. προσιόντες δ’ αὐτῷ τῶν τε στρα-
τηγῶν τινες καὶ τῶν ταξιάρχων, ὧν ἦν Στρομβιχίδης καὶ
Διονυσόδωρος, καὶ ἄλλοι τινὲς τῶν πολιτῶν εὐνοοῦντες
ὑμῖν, ὥς γ’ ἐδήλωσεν ὕστερον, ἠγανάκτουν σφόδρα. ἦλθε
γὰρ φέρων εἰρήνην τοιαύτην, ἣν ἡμεῖς ἔργῳ μαθόντες ἔγνω-
μεν· πολλοὺς γὰρ τῶν πολιτῶν καὶ ἀγαθοὺς ἀπωλέσαμεν,
καὶ αὐτοὶ ὑπὸ τῶν τριάκοντα ἐξηλάθημεν. [14] ἐνῆν γὰρ ἀντὶ
μὲν τοῦ ἐπὶ δέκα στάδια τῶν μακρῶν τειχῶν διελεῖν ὅλα
τὰ μακρὰ τείχη διασκάψαι, ἀντὶ δὲ τοῦ ἄλλο τι ἀγαθὸν τῇ
πόλει εὑρέσθαι τάς τε ναῦς παραδοῦναι [τοῖς Λακεδαιμονίοις]
καὶ τὸ περὶ τὸν Πειραιᾶ τεῖχος περιελεῖν. [15] ὁρῶντες δὲ οὗτοι
οἱ ἄνδρες ὀνόματι μὲν εἰρήνην λεγομένην, τῷ δ’ ἔργῳ τὴν
δημοκρατίαν καταλυομένην, οὐκ ἔφασαν ἐπιτρέψειν ταῦτα
γενέσθαι, οὐκ ἐλεοῦντες, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ τείχη,
εἰ πεσεῖται, οὐδὲ κηδόμενοι τῶν νεῶν, εἰ Λακεδαιμονίοις
παραδοθήσονται (οὐδὲν γὰρ αὐτοῖς τούτων πλέον ἢ ὑμῶν
ἑκάστῳ προσῆκεν), [16] ἀλλ’ αἰσθόμενοι ἐκ τοῦ τρόπου τού-
του τὸ ὑμέτερον πλῆθος καταλυθησόμενον, οὐδ’, ὥς φασί
τινες, οὐκ ἐπιθυμοῦντες εἰρήνην γίγνεσθαι, ἀλλὰ βουλόμενοι
βελτίω ταύτης εἰρήνην τῷ δήμῳ τῷ Ἀθηναίων ποιήσα-
σθαι. ἐνόμιζον δὲ δυνήσεσθαι, καὶ ἔπραξαν ἂν ταῦτα, εἰ
μὴ ὑπ’ Ἀγοράτου τουτουὶ ἀπώλοντο. [17] γνοὺς δὲ ταῦτα
Θηραμένης καὶ οἱ ἄλλοι οἱ ἐπιβουλεύοντες ὑμῖν, ὅτι εἰσί
τινες οἳ κωλύσουσι τὸν δῆμον καταλυθῆναι καὶ ἐναντιώ-
σονται περὶ τῆς ἐλευθερίας, εἵλοντο, πρὶν τὴν ἐκκλησίαν
τὴν περὶ τῆς εἰρήνης γενέσθαι, τούτους πρῶτον εἰς δια-
βολὰς καὶ κινδύνους καταστῆσαι, ἵνα μηδεὶς ἐκεῖ ὑπὲρ
τοῦ ὑμετέρου πλήθους ἀντιλέγοι. ἐπιβουλὴν οὖν τοιαύτην
ἐπιβουλεύουσι. [18] πείθουσι γὰρ Ἀγόρατον τουτονὶ μηνυτὴν
κατὰ τῶν στρατηγῶν καὶ τῶν ταξιάρχων γενέσθαι, οὐ
συνειδότα ἐκείνοις, ὦ ἄνδρες Ἀθηναῖοι, οὐδέν (οὐ γὰρ
δήπου ἐκεῖνοι οὕτως ἀνόητοι ἦσαν καὶ ἄφιλοι, ὥστε περὶ
τηλικούτων ἂν πραγμάτων πράττοντες Ἀγόρατον ὡς πι-
στὸν καὶ εὔνουν, δοῦλον καὶ ἐκ δούλων ὄντα, παρεκάλεσαν),
ἀλλ’ ἐδόκει αὐτοῖς οὗτος ἐπιτήδειος εἶναι μηνυτής. [19] ἐβού-
λοντο οὖν ἄκοντα δοκεῖν αὐτὸν καὶ μὴ ἑκόντα μηνύειν,
ὅπως πιστοτέρα ἡ μήνυσις φαίνοιτο. ὡς δὲ ἑκὼν ἐμήνυσε,
καὶ ὑμᾶς οἶμαι ἐκ τῶν πεπραγμένων αἰσθήσεσθαι. εἰσπέμ-
πουσι γὰρ εἰς τὴν βουλὴν [τὴν πρὸ τῶν τριάκοντα βουλεύου-
σαν] Θεόκριτον τὸν τοῦ Ἐλαφοστίκτου καλούμενον· ὁ δὲ
Θεόκριτος οὗτος ἑταῖρος ἦν τῷ Ἀγοράτῳ καὶ ἐπιτήδειος.
[20] ἡ δὲ βουλὴ ἡ πρὸ τῶν τριάκοντα βουλεύουσα διέφθαρτο
καὶ ὀλιγαρχίας ἐπεθύμει, ὡς ἴστε, μάλιστα. τεκμήριον
δέ· οἱ γὰρ πολλοὶ <οἱ> ἐξ ἐκείνης τῆς βουλῆς τὴν ὑστέραν βου-
λὴν <τὴν> ἐπὶ τῶν τριάκοντα ἐβούλευον. τοῦ δ’ ἕνεκα ταῦτα
λέγω ὑμῖν; ἵν’ εἰδῆτε, ὅτι τὰ ψηφίσματα <τὰ> ἐξ ἐκείνης
τῆς βουλῆς οὐκ ἐπ’ εὐνοίᾳ τῇ ὑμετέρᾳ ἀλλ’ ἐπὶ καταλύσει
τοῦ δήμου τοῦ ὑμετέρου ἅπαντα ἐγένετο, καὶ ὡς τοιούτοις
οὖσιν αὐτοῖς τὸν νοῦν προσέχητε. [21] εἰσελθὼν δὲ εἰς ταύτην
τὴν βουλὴν ἐν ἀπορρήτῳ Θεόκριτος μηνύει ὅτι συλλέγονταί
τινες ἐναντιωσόμενοι τοῖς τότε καθισταμένοις πράγμασι.
τὰ μὲν οὖν ὀνόματα οὐκ ἔφη αὐτῶν ἐρεῖν καθ’ ἕκαστον·
ὅρκους τε γὰρ ὀμωμοκέναι τοὺς αὐτοὺς ἐκείνοις, καὶ εἶναι
ἑτέρους οἳ ἐροῦσι τὰ ὀνόματα, αὐτὸς δὲ οὐκ ἄν ποτε ποιῆ-
σαι ταῦτα. [22] καίτοι εἰ μὴ ἐκ παρασκευῆς ἐμηνύετο, πῶς
οὐκ ἂν ἠνάγκασεν ἡ βουλὴ εἰπεῖν τὰ ὀνόματα Θεόκριτον
καὶ μὴ ἀνώνυμον τὴν μήνυσιν ποιήσασθαι; νυνὶ δὲ τοῦτο
τὸ ψήφισμα ψηφίζεται.