Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΛΥΣΙΑΣ, ΚΑΤ' ΑΝΔΟΚΙΔΟΥ ΑΣΕΒΕΙΑΣ

ΛΥΣ 6.3–7

Για ποιους λόγους πρέπει να τιμωρηθεί ο Ανδοκίδης
Ο λόγος, που είναι ελλιπής, καθώς δεν σώζονται ούτε το προοίμιον ούτε η αρχή της διηγήσεως, και θεωρείται από πολλούς νόθος, αποτελεί την απάντηση στον Περί των Μυστηρίων λόγο του Ανδοκίδη.

[3] δίκαιον οὖν μοι δοκεῖ εἶναι νῦν ἐπὶ τούτῳ
τὰ τότε λεχθέντα ἀναμνῆσαι, καὶ μὴ μόνον τοὺς τούτου
φίλους ὑπὸ τούτου καὶ τῶν τούτου λόγων ἀπόλλυσθαι,
ἀλλὰ καὶ αὐτὸν τοῦτον ὑφ’ ἑτέρου.

    Ἀδύνατον δὲ καὶ ὑμῖν ἐστι, περὶ τοιούτου πράγματος
φέρουσι τὴν ψῆφον, ἢ κατελεῆσαι ἢ καταχαρίσασθαι Ἀν-
δοκίδῃ, ἐπισταμένοις ὅτι ἐναργῶς τὼ θεὼ τούτω τιμωρεῖ-
τον τοὺς ἀδικοῦντας· ἐλπίσαι οὖν χρὴ πάντα ἄνθρωπον
ταὐτὰ καὶ ἑαυτῷ καὶ ἑτέρῳ ἔσεσθαι. [4] φέρε γάρ, ἐὰν νυνὶ
Ἀνδοκίδης ἀθῷος ἀπαλλαγῇ <δι’> ὑμᾶς ἐκ τοῦδε τοῦ
ἀγῶνος καὶ ἔλθῃ κληρωσόμενος τῶν ἐννέα ἀρχόντων καὶ
λάχῃ βασιλεύς, ἄλλο τι ἢ ὑπὲρ ὑμῶν καὶ θυσίας θύσει
καὶ εὐχὰς εὔξεται κατὰ τὰ πάτρια, τὰ μὲν ἐν τῷ ἐνθάδε
Ἐλευσινίῳ, τὰ δὲ ἐν τῷ Ἐλευσῖνι ἱερῷ, καὶ τῆς ἑορτῆς
ἐπιμελήσεται μυστηρίοις, ὅπως ἂν μηδεὶς ἀδικῇ μηδὲ
ἀσεβῇ περὶ τὰ ἱερά; [5] καὶ τίνα γνώμην οἴεσθε ἕξειν τοὺς
μύστας τοὺς ἀφικνουμένους, ἐπειδὰν ἴδωσι τὸν βασιλέα
ὅστις ἐστὶ καὶ ἀναμνησθῶσι πάντα τὰ ἠσεβημένα αὐτῷ,
ἢ τοὺς ἄλλους Ἕλληνας, οἳ ἕνεκα ταύτης τῆς ἑορτῆς
<ἔρχονται> ἢ θύειν εἰς ταύτην τὴν πανήγυριν βου-
λόμενοι ἢ θεωρεῖν; [6] οὐδὲ γὰρ ἀγνὼς ὁ Ἀνδοκίδης οὔτε
τοῖς ἔξω οὔτε τοῖς ἐνθάδε διὰ τὰ ἠσεβημένα. ἀναγκαίως
γὰρ ἔχει ἀπὸ τῶν πολὺ διαφερόντων ἢ κακῶν ἢ ἀγαθῶν
ἔργων τοὺς ποιήσαντας γιγνώσκεσθαι. ἔπειτα δὲ καὶ διώ-
χληκε πόλεις πολλὰς ἐν τῇ ἀποδημίᾳ, Σικελίαν, Ἰταλίαν,
Πελοπόννησον, Θετταλίαν, Ἑλλήσποντον, Ἰωνίαν, Κύ-
προν· βασιλέας πολλοὺς κεκολάκευκεν, ᾧ ἂν συγγένηται,
πλὴν τοῦ Συρακοσίου Διονυσίου. [7] οὗτος δὲ ἢ πάντων εὐτυ-
χέστατός ἐστιν ἢ πλεῖστον γνώμῃ διαφέρει τῶν ἄλλων,
ὃς μόνος τῶν συγγενομένων Ἀνδοκίδῃ οὐκ ἐξηπατήθη
ὑπ’ ἀνδρὸς τοιούτου, ὃς τέχνην ταύτην ἔχει, τοὺς μὲν
ἐχθροὺς μηδὲν ποιεῖν κακόν, τοὺς δὲ φίλους ὅ τι ἂν δύνη-
ται κακόν. ὥστε μὰ τὸν Δία οὐ ῥᾴδιόν ἐστιν ὑμῖν αὐτῷ
οὐδὲν χαρισαμένοις παρὰ τὸ δίκαιον λαθεῖν τοὺς Ἕλ-
ληνας.