Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΛΥΣΙΑΣ, ΕΠΙΤΑΦΙΟΣ ΤΟΙΣ ΚΟΡΙΝΘΙΩΝ ΒΟΗΘΟΙΣ

ΛΥΣ 2.67–81

Έπαινος των προκείμενων νεκρών και προτροπή για συμπαράσταση στους γονείς τους – Ἐπίλογος: Η θνητή φύση των νεκρών και η αθάνατη δόξα τους
Ακολουθώντας τη συνήθη δομή των επιτάφιων λόγων, μετά την εκτενή αναφορά στους πολεμικούς άθλους του ένδοξου αθηναϊκού παρελθόντος και στον αγώνα των δημοκρατικών για την κατάλυση του καθεστώτος των Τριάκοντα, λίγο πριν περάσει στον ἐπίλογον, ο ομιλητής εξυμνεί τα κατορθώματα των προκείμενων νεκρών.

    [67] Οἱ δὲ νῦν θαπτόμενοι, βοηθήσαντες Κορινθίοις ὑπὸ
παλαιῶν φίλων ἀδικουμένοις καινοὶ σύμμαχοι γενόμενοι,
οὐ τὴν αὐτὴν γνώμην Λακεδαιμονίοις ἔχοντες (οἱ μὲν γὰρ
τῶν ἀγαθῶν αὐτοῖς ἐφθόνουν, οἱ δὲ ἀδικουμένους αὐτοὺς
ἠλέουν, οὐ τῆς προτέρας ἔχθρας μεμνημένοι, ἀλλὰ τὴν
παροῦσαν φιλίαν περὶ πολλοῦ ποιούμενοι) πᾶσιν ἀνθρώποις
φανερὰν τὴν αὑτῶν ἀρετὴν ἐπεδείξαντο. [68] ἐτόλμησαν γὰρ με-
γάλην ποιοῦντες τὴν Ἑλλάδα οὐ μόνον ὑπὲρ τῆς αὑτῶν
σωτηρίας κινδυνεύειν, ἀλλὰ καὶ ὑπὲρ τῆς τῶν πολεμίων
ἐλευθερίας ἀποθνῄσκειν· τοῖς γὰρ Λακεδαιμονίων συμμά-
χοις περὶ τῆς ἐκείνων ἐλευθερίας ἐμάχοντο. νικήσαντες μὲν
γὰρ ἐκείνους τῶν αὐτῶν ἠξίουν, δυστυχήσαντες δὲ βέβαιον
τὴν δουλείαν τοῖς ἐν τῇ Πελοποννήσῳ κατέλιπον.

    [69] Ἐκείνοις μὲν οὖν οὕτω διακειμένοις ὁ βίος οἰκτρὸς
καὶ ὁ θάνατος εὐκτός· οὗτοι δὲ καὶ ζῶντες καὶ ἀποθανόν-
τες ζηλωτοί, παιδευθέντες μὲν ἐν τοῖς τῶν προγόνων ἀγα-
θοῖς, ἄνδρες δὲ γενόμενοι τήν τε ἐκείνων δόξαν διασώσαν-
τες καὶ τὴν αὑτῶν ἀρετὴν ἐπιδείξαντες. [70] πολλῶν μὲν γὰρ
καὶ καλῶν αἴτιοι γεγένηνται τῇ ἑαυτῶν πατρίδι, ἐπηνώρ-
θωσαν δὲ τὰ ὑφ’ ἑτέρων δυστυχηθέντα, πόρρω δ’ ἀπὸ τῆς
αὑτῶν τὸν πόλεμον κατέστησαν. ἐτελεύτησαν δὲ τὸν βίον,
ὥσπερ χρὴ τοὺς ἀγαθοὺς ἀποθνῄσκειν, τῇ μὲν γὰρ πατρίδι
τὰ τροφεῖα ἀποδόντες, τοῖς δὲ θρέψασι λύπας καταλιπόν-
τες. [71] ὥστε ἄξιον τοῖς ζῶσι τούτους ποθεῖν καὶ σφᾶς αὐτοὺς
ὀλοφύρεσθαι καὶ τοὺς προσήκοντας αὐτῶν ἐλεεῖν τοῦ ἐπι-
λοίπου βίου. τίς γὰρ αὐτοῖς ἔτι ἡδονὴ καταλείπεται τοιού-
των ἀνδρῶν θαπτομένων, οἳ πάντα περὶ ἐλάττονος τῆς
ἀρετῆς ἡγούμενοι αὑτοὺς μὲν ἀπεστέρησαν βίου, χήρας δὲ
γυναῖκας ἐποίησαν, ὀρφανοὺς δὲ τοὺς αὑτῶν παῖδας ἀπέ-
λιπον, ἐρήμους δ’ ἀδελφοὺς καὶ πατέρας καὶ μητέρας κατ-
έστησαν; [72] πολλῶν δὲ καὶ δεινῶν ὑπαρχόντων τοὺς μὲν
παῖδας αὐτῶν ζηλῶ, ὅτι νεώτεροί εἰσιν ἢ ὥστε εἰδέναι οἵων
πατέρων ἐστέρηνται, ἐξ ὧν δ’ οὗτοι γεγόνασιν, οἰκτείρω,
ὅτι πρεσβύτεροι ἢ ὥστε ἐπιλαθέσθαι τῆς δυστυχίας τῆς
ἑαυτῶν. [73] τί γὰρ ἂν τούτων ἀνιαρότερον γένοιτο, ἢ τεκεῖν
μὲν καὶ θρέψαι καὶ θάψαι τοὺς αὑτῶν, ἐν δὲ τῷ γήρᾳ ἀδυ-
νάτους μὲν εἶναι τῷ σώματι, πασῶν δ’ ἀπεστερημένους
τῶν ἐλπίδων ἀφίλους καὶ ἀπόρους γεγονέναι, ὑπὲρ δὲ τῶν
αὐτῶν πρότερον ζηλοῦσθαι καὶ νῦν ἐλεεῖσθαι, ποθεινότερον
δ’ αὐτοῖς εἶναι τὸν θάνατον τοῦ βίου; ὅσῳ γὰρ ἄνδρες ἀμεί-
νους ἦσαν, τοσούτῳ τοῖς καταλειπομένοις τὸ πένθος μεῖζον.
[74] πῶς δ’ αὐτοὺς χρὴ λῆξαι τῆς λύπης; πότερον ἐν ταῖς τῆς
πόλεως συμφοραῖς; ἀλλὰ τότε αὐτῶν εἰκὸς καὶ τοὺς ἄλλους
μεμνῆσθαι. ἀλλ’ ἐν ταῖς εὐτυχίαις ταῖς κοιναῖς; ἀλλ’ ἱκα-
νὸν λυπῆσαι, τῶν μὲν σφετέρων τέκνων τετελευτηκότων,
τῶν δὲ ζώντων ἀπολαυόντων τῆς τούτων ἀρετῆς. ἀλλ’ ἐν
τοῖς ἰδίοις κινδύνοις, ὅταν ὁρῶσι τοὺς μὲν πρότερον ὄντας
φίλους φεύγοντας τὴν αὑτῶν ἀπορίαν, τοὺς δ’ ἐχθροὺς μέγα
φρονοῦντας ἐπὶ ταῖς δυστυχίαις ταῖς τούτων; [75] μόνην δ’ ἄν
μοι δοκοῦμεν ταύτην τοῖς ἐνθάδε κειμένοις ἀποδοῦναι χά-
ριν, εἰ τοὺς μὲν τοκέας αὐτῶν ὁμοίως ὥσπερ ἐκεῖνοι περὶ
πολλοῦ ποιοίμεθα, τοὺς δὲ παῖδας οὕτως ἀσπαζοίμεθα
ὥσπερ αὐτοὶ πατέρες ὄντες, ταῖς δὲ γυναιξὶν εἰ τοιούτους
βοηθοὺς ἡμᾶς αὐτοὺς παρέχοιμεν, οἷοίπερ ἐκεῖνοι ζῶντες
ἦσαν. [76] τίνας γὰρ ἂν εἰκότως μᾶλλον τιμῷμεν τῶν ἐνθάδε
κειμένων; τίνας δ’ ἂν τῶν ζώντων δικαιότερον περὶ πολ-
λοῦ ποιοίμεθα ἢ τοὺς τούτοις προσήκοντας, οἳ τῆς μὲν
τούτων ἀρετῆς τὸ ἴσον τοῖς ἄλλοις ἀπέλαυσαν, ἀποθανόν-
των δὲ μόνοι γνησίως τῆς δυστυχίας μετέχουσιν;

    [77] Ἀλλὰ γὰρ οὐκ οἶδ’ ὅ τι δεῖ τοιαῦτα ὀλοφύρεσθαι· οὐ
γὰρ ἐλανθάνομεν ἡμᾶς αὐτοὺς ὄντες θνητοί· ὥστε τί δεῖ,
ἃ πάλαι προσεδοκῶμεν πείσεσθαι, ὑπὲρ τούτων νῦν ἄχθε-
σθαι, ἢ λίαν οὕτω βαρέως φέρειν ἐπὶ ταῖς τῆς φύσεως
συμφοραῖς, ἐπισταμένους ὅτι ὁ θάνατος κοινὸς καὶ τοῖς
χειρίστοις καὶ τοῖς βελτίστοις; οὔτε γὰρ τοὺς πονηροὺς
ὑπερορᾷ οὔτε τοὺς ἀγαθοὺς θαυμάζει, ἀλλ’ ἴσον ἑαυτὸν
παρέχει πᾶσιν. [78] εἰ μὲν γὰρ οἷόν τε ἦν τοῖς τοὺς ἐν τῷ πο-
λέμῳ κινδύνους διαφυγοῦσιν ἀθανάτους εἶναι τὸν λοιπὸν
χρόνον, ἄξιον τοῖς ζῶσι τὸν ἅπαντα χρόνον πενθεῖν τοὺς
τεθνεῶτας· νῦν δὲ ἥ τε φύσις καὶ νόσων ἥττων καὶ γήρως,
ὅ τε δαίμων ὁ τὴν ἡμετέραν μοῖραν εἰληχὼς ἀπαραίτητος.
[79] ὥστε προσήκει τούτους εὐδαιμονεστάτους ἡγεῖσθαι, οἵτι-
νες ὑπὲρ μεγίστων καὶ καλλίστων κινδυνεύσαντες οὕτω
τὸν βίον ἐτελεύτησαν, οὐκ ἐπιτρέψαντες περὶ αὑτῶν τῇ
τύχῃ, οὐδ’ ἀναμείναντες τὸν αὐτόματον θάνατον, ἀλλ’ ἐκλε-
ξάμενοι τὸν κάλλιστον. καὶ γάρ τοι ἀγήρατοι μὲν αὐτῶν
αἱ μνῆμαι, ζηλωταὶ δὲ ὑπὸ πάντων ἀνθρώπων αἱ τιμαί·
[80] οἳ πενθοῦνται μὲν διὰ τὴν φύσιν ὡς θνητοί, ὑμνοῦνται δὲ
ὡς ἀθάνατοι διὰ τὴν ἀρετήν. καὶ γάρ τοι θάπτονται δη-
μοσίᾳ, καὶ ἀγῶνες τίθενται ἐπ’ αὐτοῖς ῥώμης καὶ σοφίας
καὶ πλούτου, ὡς ἀξίους ὄντας τοὺς ἐν τῷ πολέμῳ τετελευ-
τηκότας ταῖς αὐταῖς τιμαῖς καὶ τοὺς ἀθανάτους τιμᾶσθαι.
[81] ἐγὼ μὲν οὖν αὐτοὺς καὶ μακαρίζω τοῦ θανάτου καὶ ζηλῶ,
καὶ μόνοις τούτοις ἀνθρώπων οἶμαι κρεῖττον εἶναι γενέ-
σθαι, οἵτινες, ἐπειδὴ θνητῶν σωμάτων ἔτυχον, ἀθάνατον
μνήμην διὰ τὴν ἀρετὴν <τὴν> αὑτῶν κατέλιπον· ὅμως δ’
ἀνάγκη τοῖς ἀρχαίοις ἔθεσι χρῆσθαι, καὶ θεραπεύοντας
τὸν πάτριον νόμον ὀλοφύρεσθαι τοὺς θαπτομένους.