Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΛΥΣΙΑΣ, ΕΠΙΤΑΦΙΟΣ ΤΟΙΣ ΚΟΡΙΝΘΙΩΝ ΒΟΗΘΟΙΣ

ΛΥΣ 2.61–65

Η κατάλυση του τυραννικού καθεστώτος των Τριάκοντα
Ακολουθώντας τη συνήθη δομή ενός επιτάφιου λόγου, ο ομιλητής ανέτρεξε στο ηρωικό παρελθόν της πόλης και εξιστόρησε τα κατορθώματα των Αθηναίων κατά την περίοδο από το τέλος των Περσικών πολέμων και την ίδρυση της συμμαχίας της Δήλου (478 π.Χ.) μέχρι την ήττα τους στους Αιγός ποταμούς (405 π.Χ.), υποστηρίζοντας ότι επρόκειτο για χρόνια ελευθερίας και δικαιοσύνης για την Ελλάδα. Αντίθετα, κατά την περίοδο της σπαρτιατικής ηγεμονίας, που ακολούθησε την αθηναϊκή ήττα στον Πελοποννησιακό πόλεμο, εγκαθιδρύθηκαν ανελεύθερα καθεστώτα και οι Πέρσες αναμειγνύονταν ενεργά στις ελληνικές υποθέσεις.

    [61] Ἀλλὰ ταῦτα μὲν ἐξήχθην ὑπὲρ πάσης ὀλοφύρασθαι
τῆς Ἑλλάδος· ἐκείνων δὲ τῶν ἀνδρῶν ἄξιον καὶ ἰδίᾳ καὶ
δημοσίᾳ μεμνῆσθαι, οἳ φεύγοντες τὴν δουλείαν καὶ περὶ
τοῦ δικαίου μαχόμενοι καὶ ὑπὲρ τῆς δημοκρατίας στασιά-
σαντες πάντας πολεμίους κεκτημένοι εἰς τὸν Πειραιᾶ κατ-
ῆλθον, οὐχ ὑπὸ νόμου ἀναγκασθέντες, ἀλλ’ ὑπὸ τῆς φύ-
σεως πεισθέντες, καινοῖς κινδύνοις τὴν παλαιὰν ἀρετὴν τῶν
προγόνων μιμησάμενοι, [62] ταῖς αὑτῶν ψυχαῖς κοινὴν τὴν πό-
λιν καὶ τοῖς ἄλλοις κτησόμενοι, θάνατον μετ’ ἐλευθερίας
αἱρούμενοι ἢ βίον μετὰ δουλείας, οὐχ ἧττον ταῖς συμφο-
ραῖς αἰσχυνόμενοι ἢ τοῖς ἐχθροῖς ὀργιζόμενοι, μᾶλλον βου-
ληθέντες ἐν τῇ αὑτῶν ἀποθνῄσκειν ἢ ζῆν τὴν ἀλλοτρίαν
οἰκοῦντες, συμμάχους μὲν ὅρκους καὶ συνθήκας ἔχοντες,
πολεμίους δὲ τοὺς πρότερον ὑπάρχοντας καὶ τοὺς πολίτας
τοὺς ἑαυτῶν. [63] ἀλλ’ ὅμως οὐ τὸ πλῆθος τῶν ἐναντίων φο-
βηθέντες, ἀλλ’ ἐν τοῖς σώμασι τοῖς ἑαυτῶν κινδυνεύσαντες,
τρόπαιον μὲν τῶν πολεμίων ἔστησαν, μάρτυρας δὲ τῆς
αὑτῶν ἀρετῆς ἐγγὺς ὄντας τοῦδε τοῦ μνήματος τοὺς Λακε-
δαιμονίων τάφους παρέχονται. καὶ γάρ τοι μεγάλην μὲν
ἀντὶ μικρᾶς ἀπέδειξαν τὴν πόλιν, ὁμονοοῦσαν δὲ ἀντὶ στα-
σιαζούσης ἀπέφηναν, τείχη δὲ ἀντὶ τῶν καθῃρημένων ἀνέ-
στησαν. [64] οἱ δὲ κατελθόντες αὐτῶν, ἀδελφὰ τὰ βουλεύματα
τοῖς ἔργοις τῶν ἐνθάδε κειμένων ἐπιδεικνύντες, οὐκ ἐπὶ
τιμωρίαν τῶν ἐχθρῶν ἀλλ’ ἐπὶ σωτηρίαν τῆς πόλεως ἐτρά-
ποντο, καὶ οὔτε ἐλαττοῦσθαι δυνάμενοι οὔτ’ αὐτοὶ πλέον
ἔχειν δεόμενοι τῆς μὲν αὑτῶν ἐλευθερίας καὶ τοῖς βουλο-
μένοις δουλεύειν μετέδοσαν, τῆς δ’ ἐκείνων δουλείας αὐτοὶ
μετέχειν οὐκ ἠξίωσαν. [65] ἔργοις δὲ μεγίστοις καὶ καλλίστοις
ἀπελογήσαντο, ὅτι οὐ κακίᾳ τῇ αὑτῶν οὐδ’ ἀρετῇ <τῇ>
τῶν πολεμίων πρότερον ἐδυστύχησεν ἡ πόλις· εἰ γὰρ στα-
σιάσαντες πρὸς ἀλλήλους βίᾳ παρόντων Πελοποννησίων
καὶ τῶν ἄλλων ἐχθρῶν εἰς τὴν αὑτῶν οἷοί τε ἐγένοντο κατ-
ελθεῖν, δῆλον ὅτι ῥᾳδίως ἂν ὁμονοοῦντες πολεμεῖν αὐτοῖς
ἐδύναντο.