Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΛΥΣΙΑΣ, ΕΠΙΤΑΦΙΟΣ ΤΟΙΣ ΚΟΡΙΝΘΙΩΝ ΒΟΗΘΟΙΣ

ΛΥΣ 2.44–47

(ΛΥΣ 2.20–47: Τα πολεμικά κατορθώματα των Αθηναίων κατά τους περσικούς πολέμους) Μετά τη ναυμαχία στη Σαλαμίνα – Η μάχη στις Πλαταιές

    [44] Ἐν μὲν οὖν τῇ ναυμαχίᾳ τοιούτους αὑτοὺς παρασχόν-
τες καὶ πολὺ πλεῖστον τῶν κινδύνων μετασχόντες τῇ ἰδίᾳ
ἀρετῇ κοινὴν τὴν ἐλευθερίαν καὶ τοῖς ἄλλοις ἐκτήσαντο·
ὕστερον δὲ Πελοποννησίων διατειχιζόντων τὸν Ἰσθμόν,
καὶ ἀγαπώντων μὲν τῇ σωτηρίᾳ, νομιζόντων δ’ ἀπηλλά-
χθαι τοῦ κατὰ θάλατταν κινδύνου, καὶ διανοουμένων τοὺς
ἄλλους Ἕλληνας περιιδεῖν ὑπὸ τοῖς βαρβάροις γενομένους,
ὀργισθέντες Ἀθηναῖοι συνεβούλευον αὐτοῖς, [45] εἰ ταύτην τὴν
γνώμην ἕξουσι, περὶ ἅπασαν τὴν Πελοπόννησον τεῖχος πε-
ριβαλεῖν· εἰ γὰρ αὐτοὶ ὑπὸ <τῶν> Ἑλλήνων προδιδόμενοι
μετὰ τῶν βαρβάρων ἔσονται, οὔτ’ ἐκείνοις δεήσειν χιλίων
νεῶν οὔτε τούτους ὠφελήσειν τὸ ἐν Ἰσθμῷ τεῖχος· ἀκιν-
δύνως γὰρ ἔσεσθαι τὴν τῆς θαλάττης ἀρχὴν βασιλέως.
[46] διδασκόμενοι δὲ καὶ νομίζοντες αὐτοὶ μὲν ἄδικά τε ποιεῖν
καὶ κακῶς βουλεύεσθαι, Ἀθηναίους δὲ δίκαιά τε λέγειν
καὶ τὰ βέλτιστα αὐτοῖς παραινεῖν, ἐβοήθησαν εἰς Πλαταιάς·
ἀποδράντων δὲ ὑπὸ νύκτα τῶν πλείστων συμμάχων ἐκ τῶν
τάξεων διὰ τὸ πλῆθος τῶν πολεμίων, Λακεδαιμόνιοι μὲν
καὶ Τεγεᾶται τοὺς βαρβάρους ἐτρέψαντο, Ἀθηναῖοι δὲ καὶ
Πλαταιεῖς πάντας τοὺς Ἕλληνας ἐνίκων μαχόμενοι τοὺς
ἀπογνόντας τῆς ἐλευθερίας καὶ ὑπομείναντας τὴν δουλείαν.
[47] ἐν ἐκείνῃ δὲ τῇ ἡμέρᾳ καλλίστην τελευτὴν τοῖς προτέροις
κινδύνοις ἐπιθέντες, βέβαιον μὲν τὴν ἐλευθερίαν τῇ Εὐρώπῃ
κατειργάσαντο, ἐν ἅπασι δὲ τοῖς κινδύνοις δόντες ἔλεγχον
τῆς ἑαυτῶν ἀρετῆς, καὶ μόνοι καὶ μεθ’ ἑτέρων, καὶ πεζο-
μαχοῦντες καὶ ναυμαχοῦντες, καὶ πρὸς <τοὺς> βαρβά-
ρους καὶ πρὸς τοὺς Ἕλληνας, ὑπὸ πάντων ἠξιώθησαν, καὶ
μεθ’ ὧν ἐκινδύνευον καὶ πρὸς οὓς ἐπολέμουν, ἡγεμόνες γε-
νέσθαι τῆς Ἑλλάδος.